Apocalypse 9
TR1624
Commentaires

Afficher dans le texte

Jusqu’à 5 commentaires à la fois. Chaque extrait s’ouvre en entier.

Elzevir Textus Receptus 1624 (NT)

Apocalypse 9:19

19αι γαρ εξουσιαι αυτων εν τω στοματι αυτων εισιν αι γαρ ουραι αυτων ομοιαι οφεσιν εχουσαι κεφαλας και εν αυταις αδικουσιν

Apocalypse 9:19 dans d’autres versions

Contexte de Apocalypse 9:19

17και ουτως ειδον τους ιππους εν τη ορασει και τους καθημενους επ αυτων εχοντας θωρακας πυρινους και υακινθινους και θειωδεις και αι κεφαλαι των ιππων ως κεφαλαι λεοντων και εκ των στοματων αυτων εκπορευεται πυρ και καπνος και θειον 18υπο των τριων τουτων απεκτανθησαν το τριτον των ανθρωπων εκ του πυρος και εκ του καπνου και εκ του θειου του εκπορευομενου εκ των στοματων αυτων αι γαρ εξουσιαι αυτων εν τω στοματι αυτων εισιν αι γαρ ουραι αυτων ομοιαι οφεσιν εχουσαι κεφαλας και εν αυταις αδικουσιν 20και οι λοιποι των ανθρωπων οι ουκ απεκτανθησαν εν ταις πληγαις ταυταις ουτε μετενοησαν εκ των εργων των χειρων αυτων ινα μη προσκυνησωσιν τα δαιμονια και ειδωλα τα χρυσα και τα αργυρα και τα χαλκα και τα λιθινα και τα ξυλινα α ουτε βλεπειν δυναται ουτε ακουειν ουτε περιπατειν 21και ου μετενοησαν εκ των φονων αυτων ουτε εκ των φαρμακειων αυτων ουτε εκ της πορνειας αυτων ουτε εκ των κλεμματων αυτων

Lire Apocalypse 9 en entier

Apocalypse 9:19 mot à mot

ἡ γὰρ ἐξουσία τῶν ἵππων ἐν τῷ στόματι αὐτῶν ἐστιν καὶ ἐν ταῖς οὐραῖς αὐτῶν. αἱ γὰρ οὐραὶ αὐτῶν ὅμοιαι ὄφεσιν ἔχουσαι κεφαλὰς καὶ ἐν αὐταῖς ἀδικοῦσιν.Lire en interlinéaire

Mots relevés dans la LSG.

Références croisées de Apocalypse 9:19

Commentaires sur Apocalypse 9:19

Thèmes liés à Apocalypse 9:19

Dans les dictionnaires

Commentaires sur Apocalypse 9