1 Rois 16
LXX
Commentaires

Afficher dans le texte

Jusqu’à 5 commentaires à la fois. Chaque extrait s’ouvre en entier.

Septante (AT)

1 Rois 16:30

30καὶ ἐποίησεν Αχααβ τὸ πονηρὸν ἐνώπιον κυρίου, ἐπονηρεύσατο ὑπὲρ πάντας τοὺς ἔμπροσθεν αὐτοῦ·

1 Rois 16:30 dans d’autres versions

Contexte de 1 Rois 16:30

28καὶ ἐκοιμήθη Αμβρι μετὰ τῶν πατέρων αὐτοῦ καὶ θάπτεται ἐν Σαμαρείᾳ, καὶ βασιλεύει Αχααβ υἱὸς αὐτοῦ ἀντ αὐτοῦ. (a) Καὶ ἐν τῷ ἐνιαυτῷ τῷ ἑνδεκάτῳ τοῦ Αμβρι βασιλεύει Ιωσαφατ υἱὸς Ασα ἐτῶν τριάκοντα καὶ πέντε ἐν τῇ βασιλείᾳ αὐτοῦ, καὶ εἴκοσι πέντε ἔτη ἐβασίλευσεν ἐν Ιερουσαλημ, καὶ ὄνομα τῆς μητρὸς αὐτοῦ Γαζουβα θυγάτηρ Σελει. (b) καὶ ἐπορεύθη ἐν τῇ ὁδῷ Ασα τοῦ πατρὸς αὐτοῦ καὶ οὐκ ἐξέκλινεν ἀπ αὐτῆς τοῦ ποιεῖν τὸ εὐθὲς ἐνώπιον κυρίου· πλὴν τῶν ὑψηλῶν οὐκ ἐξῆραν, ἔθυον ἐν τοῖς ὑψηλοῖς καὶ ἐθυμίων. (c) καὶ ἃ συνέθετο Ιωσαφατ, καὶ πᾶσα ἡ δυναστεία, ἣν ἐποίησεν, καὶ οὓς ἐπολέμησεν, οὐκ ἰδοὺ ταῦτα γεγραμμένα ἐν βιβλίῳ λόγων τῶν ἡμερῶν τῶν βασιλέων Ιουδα ; (d) καὶ τὰ λοιπὰ τῶν συμπλοκῶν, ἃς ἐπέθεντο ἐν ταῖς ἡμέραις Ασα τοῦ πατρὸς αὐτοῦ, ἐξῆρεν ἀπὸ τῆς γῆς. (e) καὶ βασιλεὺς οὐκ ἦν ἐν Συρίᾳ νασιβ. (f) καὶ ὁ βασιλεὺς Ιωσαφατ ἐποίησεν ναῦν εἰς Θαρσις πορεύεσθαι εἰς Σωφιρ ἐπὶ τὸ χρυσίον· καὶ οὐκ ἐπορεύθη, ὅτι συνετρίβη ἡ ναῦς ἐν Γασιωνγαβερ. (g) τότε εἶπεν ὁ βασιλεὺς Ισραηλ πρὸς Ιωσαφατ Ἐξαποστελῶ τοὺς παῖδάς σου καὶ τὰ παιδάριά μου ἐν τῇ νηί· καὶ οὐκ ἐβούλετο Ιωσαφατ. (h) καὶ ἐκοιμήθη Ιωσαφατ μετὰ τῶν πατέρων αὐτοῦ καὶ θάπτεται μετὰ τῶν πατέρων αὐτοῦ ἐν πόλει Δαυιδ, καὶ ἐβασίλευσεν Ιωραμ υἱὸς αὐτοῦ ἀντ αὐτοῦ. 29Ἐν ἔτει δευτέρῳ τῷ Ιωσαφατ βασιλεύει Αχααβ υἱὸς Αμβρι· ἐβασίλευσεν ἐπὶ Ισραηλ ἐν Σαμαρείᾳ εἴκοσι καὶ δύο ἔτη. καὶ ἐποίησεν Αχααβ τὸ πονηρὸν ἐνώπιον κυρίου, ἐπονηρεύσατο ὑπὲρ πάντας τοὺς ἔμπροσθεν αὐτοῦ· 31καὶ οὐκ ἦν αὐτῷ ἱκανὸν τοῦ πορεύεσθαι ἐν ταῖς ἁμαρτίαις Ιεροβοαμ υἱοῦ Ναβατ, καὶ ἔλαβεν γυναῖκα τὴν Ιεζαβελ θυγατέρα Ιεθεβααλ βασιλέως Σιδωνίων καὶ ἐπορεύθη καὶ ἐδούλευσεν τῷ Βααλ καὶ προσεκύνησεν αὐτῷ. 32καὶ ἔστησεν θυσιαστήριον τῷ Βααλ ἐν οἴκῳ τῶν προσοχθισμάτων αὐτοῦ, ὃν ᾠκοδόμησεν ἐν Σαμαρείᾳ,

Lire 1 Rois 16 en entier

1 Rois 16:30 mot à mot

וַיַּ֨עַשׂ אַחְאָ֧ב בֶּן־עָמְרִ֛י הָרַ֖ע בְּעֵינֵ֣י יְהוָ֑ה מִכֹּ֖ל אֲשֶׁ֥ר לְפָנָֽיו׃Lire en interlinéaire

Mots relevés dans la LSG.

Personnages et lieux de 1 Rois 16:30

Références croisées de 1 Rois 16:30

Commentaires sur 1 Rois 16:30

Thèmes liés à 1 Rois 16:30

Dans les dictionnaires

Commentaires sur 1 Rois 16

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org