Juges 16
LXX
Commentaires

Afficher dans le texte

Jusqu’à 5 commentaires à la fois. Chaque extrait s’ouvre en entier.

Septante (AT)

Juges 16:18

18καὶ εἶδεν Δαλιλα ὅτι ἀνήγγειλεν αὐτῇ πάντα τὰ ἀπὸ καρδίας αὐτοῦ, καὶ ἀπέστειλεν καὶ ἐκάλεσεν πάντας τοὺς σατράπας τῶν ἀλλοφύλων λέγουσα Ἀνάβητε τὸ ἅπαξ, ὅτι ἀνήγγειλέν μοι πᾶσαν τὴν καρδίαν αὐτοῦ· καὶ ἀνέβησαν πρὸς αὐτὴν πᾶσαι αἱ σατραπίαι τῶν ἀλλοφύλων καὶ ἤνεγκαν τὸ ἀργύριον ἐν ταῖς χερσὶν αὐτῶν.

Juges 16:18 dans d’autres versions

Contexte de Juges 16:18

16καὶ ἐγένετο ὅτε κατειργάσατο αὐτὸν τοῖς λόγοις αὐτῆς ὅλην τὴν νύκτα καὶ παρηνώχλησεν αὐτόν, καὶ ὠλιγοψύχησεν ἕως εἰς θάνατον· 17καὶ ἀπήγγειλεν αὐτῇ πάντα τὰ ἀπὸ καρδίας αὐτοῦ καὶ εἶπεν αὐτῇ Ξυρὸν οὐκ ἀναβήσεται ἐπὶ τὴν κεφαλήν μου, ὅτι ναζιραῖος θεοῦ ἐγώ εἰμι ἐκ κοιλίας μητρός μου, καὶ ἐὰν ξυρήσωμαι, ἀποστήσεται ἀπ ἐμοῦ ἡ ἰσχύς μου, καὶ ἀσθενήσω καὶ ἔσομαι κατὰ πάντας τοὺς ἀνθρώπους. καὶ εἶδεν Δαλιλα ὅτι ἀνήγγειλεν αὐτῇ πάντα τὰ ἀπὸ καρδίας αὐτοῦ, καὶ ἀπέστειλεν καὶ ἐκάλεσεν πάντας τοὺς σατράπας τῶν ἀλλοφύλων λέγουσα Ἀνάβητε τὸ ἅπαξ, ὅτι ἀνήγγειλέν μοι πᾶσαν τὴν καρδίαν αὐτοῦ· καὶ ἀνέβησαν πρὸς αὐτὴν πᾶσαι αἱ σατραπίαι τῶν ἀλλοφύλων καὶ ἤνεγκαν τὸ ἀργύριον ἐν ταῖς χερσὶν αὐτῶν. 19καὶ ἐκοίμισεν αὐτὸν ἀνὰ μέσον τῶν γονάτων αὐτῆς· καὶ ἐκάλεσεν τὸν κουρέα, καὶ ἐξύρησεν τοὺς ἑπτὰ βοστρύχους τῆς κεφαλῆς αὐτοῦ· καὶ ἤρξατο ταπεινοῦσθαι, καὶ ἀπέστη ἡ ἰσχὺς αὐτοῦ ἀπ αὐτοῦ. 20καὶ εἶπεν αὐτῷ Δαλιλα Οἱ ἀλλόφυλοι ἐπὶ σέ, Σαμψων. καὶ ἐξηγέρθη ἐκ τοῦ ὕπνου αὐτοῦ καὶ εἶπεν Ἐξελεύσομαι καὶ ποιήσω καθὼς ἀεὶ καὶ ἀποτινάξομαι· καὶ αὐτὸς οὐκ ἔγνω ὅτι κύριος ἀπέστη ἀπ αὐτοῦ.

Lire Juges 16 en entier

Juges 16:18 mot à mot

וַתֵּ֣רֶא דְלִילָ֗ה כִּֽי־הִגִּ֣יד לָהּ֮ אֶת־כָּל־לִבּוֹ֒ וַתִּשְׁלַ֡ח וַתִּקְרָא֩ לְסַרְנֵ֨י פְלִשְׁתִּ֤ים לֵאמֹר֙ עֲל֣וּ הַפַּ֔עַם כִּֽי־הִגִּ֥יד לִ֖י אֶת־כָּל־לִבּ֑וֹ וְעָל֤וּ אֵלֶ֙יהָ֙ סַרְנֵ֣י פְלִשְׁתִּ֔ים וַיַּעֲל֥וּ הַכֶּ֖סֶף בְּיָדָֽם׃Lire en interlinéaire

Mots relevés dans la LSG.

Personnages et lieux de Juges 16:18

Références croisées de Juges 16:18

Commentaires sur Juges 16:18

Thèmes liés à Juges 16:18

Dans les dictionnaires

Commentaires sur Juges 16

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org