Septante (AT)
Psaumes 104:6-26
6σπέρμα Αβρααμ δοῦλοι αὐτοῦ, υἱοὶ Ιακωβ ἐκλεκτοὶ αὐτοῦ.
7αὐτὸς κύριος ὁ θεὸς ἡμῶν, ἐν πάσῃ τῇ γῇ τὰ κρίματα αὐτοῦ.
8ἐμνήσθη εἰς τὸν αἰῶνα διαθήκης αὐτοῦ, λόγου, οὗ ἐνετείλατο εἰς χιλίας γενεάς,
9ὃν διέθετο τῷ Αβρααμ, καὶ τοῦ ὅρκου αὐτοῦ τῷ Ισαακ
10καὶ ἔστησεν αὐτὴν τῷ Ιακωβ εἰς πρόσταγμα καὶ τῷ Ισραηλ διαθήκην αἰώνιον
11λέγων Σοὶ δώσω τὴν γῆν Χανααν σχοίνισμα κληρονομίας ὑμῶν.
12ἐν τῷ εἶναι αὐτοὺς ἀριθμῷ βραχεῖς, ὀλιγοστοὺς καὶ παροίκους ἐν αὐτῇ
13καὶ διῆλθον ἐξ ἔθνους εἰς ἔθνος, ἐκ βασιλείας εἰς λαὸν ἕτερον·
14οὐκ ἀφῆκεν ἄνθρωπον ἀδικῆσαι αὐτοὺς καὶ ἤλεγξεν ὑπὲρ αὐτῶν βασιλεῖς
15Μὴ ἅπτεσθε τῶν χριστῶν μου καὶ ἐν τοῖς προφήταις μου μὴ πονηρεύεσθε.
16καὶ ἐκάλεσεν λιμὸν ἐπὶ τὴν γῆν, πᾶν στήριγμα ἄρτου συνέτριψεν·
17ἀπέστειλεν ἔμπροσθεν αὐτῶν ἄνθρωπον, εἰς δοῦλον ἐπράθη Ιωσηφ.
18ἐταπείνωσαν ἐν πέδαις τοὺς πόδας αὐτοῦ, σίδηρον διῆλθεν ἡ ψυχὴ αὐτοῦ
19μέχρι τοῦ ἐλθεῖν τὸν λόγον αὐτοῦ, τὸ λόγιον κυρίου ἐπύρωσεν αὐτόν.
20ἀπέστειλεν βασιλεὺς καὶ ἔλυσεν αὐτόν, ἄρχων λαῶν, καὶ ἀφῆκεν αὐτόν·
21κατέστησεν αὐτὸν κύριον τοῦ οἴκου αὐτοῦ καὶ ἄρχοντα πάσης τῆς κτήσεως αὐτοῦ
22τοῦ παιδεῦσαι τοὺς ἄρχοντας αὐτοῦ ὡς ἑαυτὸν καὶ τοὺς πρεσβυτέρους αὐτοῦ σοφίσαι.
23καὶ εἰσῆλθεν Ισραηλ εἰς Αἴγυπτον, καὶ Ιακωβ παρῴκησεν ἐν γῇ Χαμ·
24καὶ ηὔξησεν τὸν λαὸν αὐτοῦ σφόδρα καὶ ἐκραταίωσεν αὐτὸν ὑπὲρ τοὺς ἐχθροὺς αὐτοῦ.
25μετέστρεψεν τὴν καρδίαν αὐτῶν τοῦ μισῆσαι τὸν λαὸν αὐτοῦ, τοῦ δολιοῦσθαι ἐν τοῖς δούλοις αὐτοῦ.
26ἐξαπέστειλεν Μωυσῆν τὸν δοῦλον αὐτοῦ, Ααρων, ὃν ἐξελέξατο αὐτόν·
Commentaires sur Psaumes 104
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires