Psaumes 12
LXX
Commentaires

Afficher dans le texte

Jusqu’à 5 commentaires à la fois. Chaque extrait s’ouvre en entier.

Septante (AT)

Psaumes 12

1Εἰς τὸ τέλος· ψαλμὸς τῷ Δαυιδ.

2Ἕως πότε, κύριε, ἐπιλήσῃ μου εἰς τέλος ; ἕως πότε ἀποστρέψεις τὸ πρόσωπόν σου ἀπ ἐμοῦ ;

3ἕως τίνος θήσομαι βουλὰς ἐν ψυχῇ μου, ὀδύνας ἐν καρδίᾳ μου ἡμέρας ; ἕως πότε ὑψωθήσεται ὁ ἐχθρός μου ἐπ ἐμέ ;

4ἐπίβλεψον, εἰσάκουσόν μου, κύριε ὁ θεός μου· φώτισον τοὺς ὀφθαλμούς μου, μήποτε ὑπνώσω εἰς θάνατον,

5μήποτε εἴπῃ ὁ ἐχθρός μου Ἴσχυσα πρὸς αὐτόν· οἱ θλίβοντές με ἀγαλλιάσονται, ἐὰν σαλευθῶ.

6ἐγὼ δὲ ἐπὶ τῷ ἐλέει σου ἤλπισα, ἀγαλλιάσεται ἡ καρδία μου ἐπὶ τῷ σωτηρίῳ σου· ᾄσω τῷ κυρίῳ τῷ εὐεργετήσαντί με καὶ ψαλῶ τῷ ὀνόματι κυρίου τοῦ ὑψίστου.

Commentaires sur Psaumes 12

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org