Lamentations 3
LXX
Commentaires

Afficher dans le texte

Jusqu’à 5 commentaires à la fois. Chaque extrait s’ouvre en entier.

Septante (AT)

Lamentations 3:40-54

40Ἐξηρευνήθη ἡ ὁδὸς ἡμῶν καὶ ἠτάσθη, καὶ ἐπιστρέψωμεν ἕως κυρίου·

41ἀναλάβωμεν καρδίας ἡμῶν ἐπὶ χειρῶν πρὸς ὑψηλὸν ἐν οὐρανῷ

42Ἡμαρτήσαμεν, ἠσεβήσαμεν, καὶ οὐχ ἱλάσθης.

43Ἐπεσκέπασας ἐν θυμῷ καὶ ἀπεδίωξας ἡμᾶς· ἀπέκτεινας, οὐκ ἐφείσω.

44ἐπεσκέπασας νεφέλην σεαυτῷ εἵνεκεν προσευχῆς,

45καμμύσαι με καὶ ἀπωσθῆναι ἔθηκας ἡμᾶς ἐν μέσῳ τῶν λαῶν.

46Διήνοιξαν ἐφ ἡμᾶς τὸ στόμα αὐτῶν πάντες οἱ ἐχθροὶ ἡμῶν·

47φόβος καὶ θυμὸς ἐγενήθη ἡμῖν, ἔπαρσις καὶ συντριβή·

48ἀφέσεις ὑδάτων κατάξει ὁ ὀφθαλμός μου ἐπὶ τὸ σύντριμμα τῆς θυγατρὸς τοῦ λαοῦ μου.

49Ὁ ὀφθαλμός μου κατεπόθη, καὶ οὐ σιγήσομαι τοῦ μὴ εἶναι ἔκνηψιν,

50ἕως οὗ διακύψῃ καὶ ἴδῃ κύριος ἐξ οὐρανοῦ·

51ὁ ὀφθαλμός μου ἐπιφυλλιεῖ ἐπὶ τὴν ψυχήν μου παρὰ πάσας θυ γατέρας πόλεως.

52Θηρεύοντες ἐθήρευσάν με ὡς στρουθίον οἱ ἐχθροί μου δωρεάν,

53ἐθανάτωσαν ἐν λάκκῳ ζωήν μου καὶ ἐπέθηκαν λίθον ἐπ ἐμοί,

54ὑπερεχύθη ὕδωρ ἐπὶ κεφαλήν μου· εἶπα Ἀπῶσμαι.

Lire Lamentations 3 en entier

Commentaires sur Lamentations 3

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org