Septante (AT)
1 Rois 2:37
37καὶ ἔσται ἐν τῇ ἡμέρᾳ τῆς ἐξόδου σου καὶ διαβήσῃ τὸν χειμάρρουν Κεδρων, γινώσκων γνώσῃ ὅτι θανάτῳ ἀποθανῇ, τὸ αἷμά σου ἔσται ἐπὶ τὴν κεφαλήν σου. καὶ ὥρκισεν αὐτὸν ὁ βασιλεὺς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ.
1 Rois 2:37 dans d’autres versions
- Bible Segond 1910 (LSG)Sache bien que tu mourras le jour où tu sortiras et passeras le torrent de Cédron ; ton sang sera sur ta tête.
- Bible Segond 21 (S21)Sache bien que tu mourras le jour où tu sortiras de la ville et passeras le torrent du Cédron. Tu seras toi-même responsable de ta mort.»
- Bible du Semeur (BDS)Je t’avertis que le jour où tu sortiras de la ville et où tu franchiras la vallée du Cédron, tu mourras et tu porteras seul la responsabilité de ta mort.
- Nouvelle Edition de Genève 1979 (NEG79)Sache bien que tu mourras le jour où tu sortiras et passeras le torrent de Cédron; ton sang sera sur ta tête.
Contexte de 1 Rois 2:37
35καὶ ἔδωκεν ὁ βασιλεὺς τὸν Βαναιου υἱὸν Ιωδαε ἀντ αὐτοῦ ἐπὶ τὴν στρατηγίαν· καὶ ἡ βασιλεία κατωρθοῦτο ἐν Ιερουσαλημ· καὶ τὸν Σαδωκ τὸν ἱερέα ἔδωκεν ὁ βασιλεὺς εἰς ἱερέα πρῶτον ἀντὶ Αβιαθαρ. (a) Καὶ ἔδωκεν κύριος φρόνησιν τῷ Σαλωμων καὶ σοφίαν πολλὴν σφόδρα καὶ πλάτος καρδίας ὡς ἡ ἄμμος ἡ παρὰ τὴν θάλασσαν, (b) καὶ ἐπληθύνθη ἡ φρόνησις Σαλωμων σφόδρα ὑπὲρ τὴν φρόνησιν πάντων ἀρχαίων υἱῶν καὶ ὑπὲρ πάντας φρονίμους Αἰγύπτου. (c) καὶ ἔλαβεν τὴν θυγατέρα Φαραω καὶ εἰσήγαγεν αὐτὴν εἰς τὴν πόλιν Δαυιδ ἕως συντελέσαι αὐτὸν τὸν οἶκον αὐτοῦ καὶ τὸν οἶκον κυρίου ἐν πρώτοις καὶ τὸ τεῖχος Ιερουσαλημ κυκλόθεν· ἐν ἑπτὰ ἔτεσιν ἐποίησεν καὶ συνετέλεσεν. (d) καὶ ἦν τῷ Σαλωμων ἑβδομήκοντα χιλιάδες αἴροντες ἄρσιν καὶ ὀγδοήκοντα χιλιάδες λατόμων ἐν τῷ ὄρει. (e) καὶ ἐποίησεν Σαλωμων τὴν θάλασσαν καὶ τὰ ὑποστηρίγματα καὶ τοὺς λουτῆρας τοὺς μεγάλους καὶ τοὺς στύλους καὶ τὴν κρήνην τῆς αὐλῆς καὶ τὴν θάλασσαν τὴν χαλκῆν. (f) καὶ ᾠκοδόμησεν τὴν ἄκραν καὶ τὰς ἐπάλξεις αὐτῆς καὶ διέκοψεν τὴν πόλιν Δαυιδ· οὕτως θυγάτηρ Φαραω ἀνέβαινεν ἐκ τῆς πόλεως Δαυιδ εἰς τὸν οἶκον αὐτῆς, ὃν ᾠκοδόμησεν αὐτῇ· τότε ᾠκοδόμησεν τὴν ἄκραν. (g) καὶ Σαλωμων ἀνέφερεν τρεῖς ἐν τῷ ἐνιαυτῷ ὁλοκαυτώσεις καὶ εἰρηνικὰς ἐπὶ τὸ θυσιαστήριον, ὃ ᾠκοδόμησεν τῷ κυρίῳ, καὶ ἐθυμία ἐνώπιον κυρίου. καὶ συνετέλεσεν τὸν οἶκον. (h) καὶ οὗτοι οἱ ἄρχοντες οἱ καθεσταμένοι ἐπὶ τὰ ἔργα τοῦ Σαλωμων· τρεῖς χιλιάδες καὶ ἑξακόσιοι ἐπιστάται τοῦ λαοῦ τῶν ποιούντων τὰ ἔργα. (i) καὶ ᾠκοδόμησεν τὴν Ασσουρ καὶ τὴν Μαγδω καὶ τὴν Γαζερ καὶ τὴν Βαιθωρων τὴν ἐπάνω καὶ τὰ Βααλαθ· (k) πλὴν μετὰ τὸ οἰκοδομῆσαι αὐτὸν τὸν οἶκον τοῦ κυρίου καὶ τὸ τεῖχος Ιερουσαλημ κύκλῳ, μετὰ ταῦτα ᾠκοδόμησεν τὰς πόλεις ταύτας. (l) Καὶ ἐν τῷ ἔτι Δαυιδ ζῆν ἐνετείλατο τῷ Σαλωμων λέγων Ἰδοὺ μετὰ σοῦ Σεμει υἱὸς Γηρα υἱὸς σπέρματος τοῦ Ιεμινι ἐκ Χεβρων· (m) οὗτος κατηράσατό με κατάραν ὀδυνηρὰν ἐν ᾗ ἡμέρᾳ ἐπορευόμην εἰς Παρεμβολάς, (n) καὶ αὐτὸς κατέβαινεν εἰς ἀπαντήν μοι ἐπὶ τὸν Ιορδάνην, καὶ ὤμοσα αὐτῷ κατὰ τοῦ κυρίου λέγων Εἰ θανατωθήσεται ἐν ῥομφαίᾳ· (o) καὶ νῦν μὴ ἀθῳώσῃς αὐτόν, ὅτι ἀνὴρ φρόνιμος σὺ καὶ γνώσῃ ἃ ποιήσεις αὐτῷ, καὶ κατάξεις τὴν πολιὰν αὐτοῦ ἐν αἵματι εἰς ᾅδου. 36καὶ ἐκάλεσεν ὁ βασιλεὺς τὸν Σεμει καὶ εἶπεν αὐτῷ Οἰκοδόμησον σεαυτῷ οἶκον ἐν Ιερουσαλημ καὶ κάθου ἐκεῖ καὶ οὐκ ἐξελεύσῃ ἐκεῖθεν οὐδαμοῦ· καὶ ἔσται ἐν τῇ ἡμέρᾳ τῆς ἐξόδου σου καὶ διαβήσῃ τὸν χειμάρρουν Κεδρων, γινώσκων γνώσῃ ὅτι θανάτῳ ἀποθανῇ, τὸ αἷμά σου ἔσται ἐπὶ τὴν κεφαλήν σου. καὶ ὥρκισεν αὐτὸν ὁ βασιλεὺς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ. 38καὶ εἶπεν Σεμει πρὸς τὸν βασιλέα Ἀγαθὸν τὸ ῥῆμα, ὃ ἐλάλησας, κύριέ μου βασιλεῦ· οὕτω ποιήσει ὁ δοῦλός σου. καὶ ἐκάθισεν Σεμει ἐν Ιερουσαλημ τρία ἔτη. 39καὶ ἐγενήθη μετὰ τρία ἔτη καὶ ἀπέδρασαν δύο δοῦλοι τοῦ Σεμει πρὸς Αγχους υἱὸν Μααχα βασιλέα Γεθ, καὶ ἀπηγγέλη τῷ Σεμει λέγοντες Ἰδοὺ οἱ δοῦλοί σου ἐν Γεθ·
Lire 1 Rois 2 en entier1 Rois 2:37 mot à mot
וְהָיָ֣ה׀ בְּי֣וֹם צֵאתְךָ֗ וְעָֽבַרְתָּ֙ אֶת־נַ֣חַל קִדְר֔וֹן יָדֹ֥עַ תֵּדַ֖ע כִּ֣י מ֣וֹת תָּמ֑וּת דָּמְךָ֖ יִהְיֶ֥ה בְרֹאשֶֽׁךָ׃Lire en interlinéaire
Mots relevés dans la LSG.
- Sacheיָדַעyâda‛ · connaîtreH3045
- bienכִּיkîy · carH3588
- tuהָיָהhâyâh · êtreH1961
- mourrasמוּתmûth · mourirH4191
- jourיוֹםyôm · jourH3117
- sortirasיָצָאyâtsâ' · sortir : venirH3318
- passerasעָבַר‛âbar · passerH5674
- torrentנַ֫חַלnachal nachlâh nachălâh · torrent : valléeH5158
- Cédronקִדְרוֹןqidrôn · CédronH6939
- sangדָּםdâm · sangH1818
- têteרֹאשׁrô'sh · têteH7218
Références croisées de 1 Rois 2:37
- 1 Rois 15:13καὶ τὴν Ανα τὴν μητέρα αὐτοῦ μετέστησεν τοῦ μὴ εἶναι ἡγουμένην, καθὼς ἐποίησεν σύνοδον ἐν τῷ ἄλσει αὐτῆς, καὶ ἐξέκοψεν Ασα τὰς καταδύσεις αὐτῆς καὶ ἐνέπρησεν πυρὶ ἐν τῷ χειμάρρῳ Κεδρων.
- 2 Samuel 15:23καὶ πᾶσα ἡ γῆ ἔκλαιεν φωνῇ μεγάλῃ. καὶ πᾶς ὁ λαὸς παρεπορεύοντο ἐν τῷ χειμάρρῳ Κεδρων, καὶ ὁ βασιλεὺς διέβη τὸν χειμάρρουν Κεδρων· καὶ πᾶς ὁ λαὸς καὶ ὁ βασιλεὺς παρεπορεύοντο ἐπὶ πρόσωπον ὁδοῦ τὴν ἔρημον.
- 2 Rois 23:6καὶ ἐξήνεγκεν τὸ ἄλσος ἐξ οἴκου κυρίου ἔξωθεν Ιερουσαλημ εἰς τὸν χειμάρρουν Κεδρων καὶ κατέκαυσεν αὐτὸν ἐν τῷ χειμάρρῳ Κεδρων καὶ ἐλέπτυνεν εἰς χοῦν καὶ ἔρριψεν τὸν χοῦν αὐτοῦ εἰς τὸν τάφον τῶν υἱῶν τοῦ λαοῦ.
- 2 Chroniques 29:16καὶ εἰσῆλθον οἱ ἱερεῖς ἔσω εἰς τὸν οἶκον κυρίου ἁγνίσαι καὶ ἐξέβαλον πᾶσαν τὴν ἀκαθαρσίαν τὴν εὑρεθεῖσαν ἐν τῷ οἴκῳ κυρίου καὶ εἰς τὴν αὐλὴν οἴκου κυρίου, καὶ ἐδέξαντο οἱ Λευῖται ἐκβαλεῖν εἰς τὸν χειμάρρουν Κεδρων ἔξω.
- Jérémie 31:40ὅτι οὕτως εἶπεν κύριος
- 1 Rois 2:31καὶ εἶπεν αὐτῷ ὁ βασιλεύς Πορεύου καὶ ποίησον αὐτῷ καθὼς εἴρηκεν, καὶ ἄνελε αὐτὸν καὶ θάψεις αὐτὸν καὶ ἐξαρεῖς σήμερον τὸ αἷμα, ὃ δωρεὰν ἐξέχεεν Ιωαβ, ἀπ ἐμοῦ καὶ ἀπὸ τοῦ οἴκου τοῦ πατρός μου·
- Lévitique 20:9ἄνθρωπος ἄνθρωπος, ὃς ἂν κακῶς εἴπῃ τὸν πατέρα αὐτοῦ ἢ τὴν μητέρα αὐτοῦ, θανάτῳ θανατούσθω· πατέρα αὐτοῦ ἢ μητέρα αὐτοῦ κακῶς εἶπεν, ἔνοχος ἔσται.
- Josué 2:19καὶ ἔσται πᾶς, ὃς ἂν ἐξέλθῃ τὴν θύραν τῆς οἰκίας σου ἔξω, ἔνοχος ἑαυτῷ ἔσται, ἡμεῖς δὲ ἀθῷοι τῷ ὅρκῳ σου τούτῳ· καὶ ὅσοι ἐὰν γένωνται μετὰ σοῦ ἐν τῇ οἰκίᾳ σου, ἡμεῖς ἔνοχοι ἐσόμεθα.
- 2 Samuel 1:16καὶ εἶπεν Δαυιδ πρὸς αὐτόν Τὸ αἷμά σου ἐπὶ τὴν κεφαλήν σου, ὅτι τὸ στόμα σου ἀπεκρίθη κατὰ σοῦ λέγων ὅτι Ἐγὼ ἐθανάτωσα τὸν χριστὸν κυρίου.
- Ézéchiel 18:13μετὰ τόκου ἔδωκε καὶ πλεονασμὸν ἔλαβεν, οὗτος ζωῇ οὐ ζήσεται, πάσας τὰς ἀνομίας ταύτας ἐποίησεν, θανάτῳ θανατωθήσεται, τὸ αἷμα αὐτοῦ ἐπ αὐτὸν ἔσται. –
Commentaires sur 1 Rois 2:37
- Adam Clarke Bible Commentary · v. 37Ton sang retombera sur ta tête - Tu sais à quoi t'attendre ; si tu désobéis à mes ordres, tu seras certainement tué, et tu seras alors considéré comme un meurtrier ; tu seras seul responsable de ta propre mort. Salomon savait que Shimei était un séditieux, et il choisit de le garder à l'œil, car un tel homme en liberté, dans des circonstances favorables, pourrait faire beaucoup de mal. Ses injures acerbes à l'égard de David en étaient une preuve…Lire le commentaire
- Commentaire concis de Matthew Henry · v. 35-46La malignité demeure dans le cœur incrédule, et l'on devrait être méfiant envers ceux qui, comme Shimhi, nous ont manifesté leur hostilité, sans en exprimer le moindre repentir. Aucun engagement ni danger ne sauront retenir les hommes du monde ; ils continuent à errer dans leurs voies, sans se soucier de leur vie et de leur âme. Gardons bien à l'esprit que Dieu ne fera preuve d'aucune faiblesse dans Ses jugements à notre égard. Son « œil » est au-dessus…Lire le commentaire
- Tyndale Open Study Notes · v. 36-38L'enfermement de Schimeï l'empêche de rejoindre ses proches à Benjamin pour créer des problèmes pour le roi.Lire le commentaire
- Bible Annotée de Neuchâtel · v. 37Torrent du Cédron. Ce torrent bien connu (2Samuel 15.23), maintenant desséché, coulait au fond du ravin qui sépare la ville de Jérusalem, et en particulier la colline du temple, de la montagne des Oliviers, limite Est de la banlieue de Jérusalem. Cette frontière est mentionnée, plutôt que celle du sud ou du nord, parce que Bahurim, la patrie de Siméi, était située de ce côté et que pour s'y rendre, il fallait passer le Cédron. Ton sang sera sur ta tête…Lire le commentaire
Thèmes liés à 1 Rois 2:37
Dans les dictionnaires
Commentaires sur 1 Rois 2
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires