1 Chroniques 2
LXX
Commentaires

Afficher dans le texte

Jusqu’à 5 commentaires à la fois. Chaque extrait s’ouvre en entier.

Septante (AT)

1 Chroniques 2:9-25

9καὶ υἱοὶ Εσερων, οἳ ἐτέχθησαν αὐτῷ· ὁ Ιραμεηλ καὶ ὁ Ραμ καὶ ὁ Χαλεβ καὶ Αραμ.

10καὶ Αραμ ἐγέννησεν τὸν Αμιναδαβ, καὶ Αμιναδαβ ἐγέννησεν τὸν Ναασσων ἄρχοντα τοῦ οἴκου Ιουδα,

11καὶ Ναασσων ἐγέννησεν τὸν Σαλμων, καὶ Σαλμων ἐγέννησεν τὸν Βοος,

12καὶ Βοος ἐγέννησεν τὸν Ωβηδ, καὶ Ωβηδ ἐγέννησεν τὸν Ιεσσαι,

13καὶ Ιεσσαι ἐγέννησεν τὸν πρωτότοκον αὐτοῦ Ελιαβ· Αμιναδαβ ὁ δεύτερος, Σαμαα ὁ τρίτος,

14Ναθαναηλ ὁ τέταρτος, Ραδδαι ὁ πέμπτος,

15Ασομ ὁ ἕκτος, Δαυιδ ὁ ἕβδομος.

16καὶ ἀδελφὴ αὐτῶν Σαρουια καὶ Αβιγαια. καὶ υἱοὶ Σαρουια· Αβεσσα καὶ Ιωαβ καὶ Ασαηλ, τρεῖς.

17καὶ Αβιγαια ἐγέννησεν τὸν Αμεσσα· καὶ πατὴρ Αμεσσα Ιοθορ ὁ Ισμαηλίτης.

18Καὶ Χαλεβ υἱὸς Εσερων ἐγέννησεν τὴν Γαζουβα γυναῖκα καὶ τὴν Ιεριωθ. καὶ οὗτοι υἱοὶ αὐτῆς· Ιωασαρ καὶ Σωβαβ καὶ Ορνα.

19καὶ ἀπέθανεν Γαζουβα, καὶ ἔλαβεν ἑαυτῷ Χαλεβ τὴν Εφραθ, καὶ ἔτεκεν αὐτῷ τὸν Ωρ·

20καὶ Ωρ ἐγέννησεν τὸν Ουρι, καὶ Ουρι ἐγέννησεν τὸν Βεσελεηλ.

21καὶ μετὰ ταῦτα εἰσῆλθεν Εσερων πρὸς τὴν θυγατέρα Μαχιρ πατρὸς Γαλααδ, καὶ οὗτος ἔλαβεν αὐτήν, καὶ αὐτὸς ἑξήκοντα ἦν ἐτῶν, καὶ ἔτεκεν αὐτῷ τὸν Σεγουβ.

22καὶ Σεγουβ ἐγέννησεν τὸν Ιαιρ. καὶ ἦσαν αὐτῷ εἴκοσι τρεῖς πόλεις ἐν τῇ Γαλααδ·

23καὶ ἔλαβεν Γεδσουρ καὶ Αραμ τὰς κώμας Ιαιρ ἐξ αὐτῶν, τὴν Καναθ καὶ τὰς κώμας αὐτῆς, ἑξήκοντα πόλεις· πᾶσαι αὗται υἱῶν Μαχιρ πατρὸς Γαλααδ.

24καὶ μετὰ τὸ ἀποθανεῖν Εσερων ἦλθεν Χαλεβ εἰς Εφραθα. καὶ ἡ γυνὴ Εσερων Αβια, καὶ ἔτεκεν αὐτῷ τὸν Ασχωδ πατέρα Θεκωε.

25καὶ ἦσαν υἱοὶ Ιερεμεηλ πρωτοτόκου Εσερων· ὁ πρωτότοκος Ραμ, καὶ Βαανα καὶ Αραν καὶ Ασομ ἀδελφὸς αὐτοῦ.

Lire 1 Chroniques 2 en entier

Commentaires sur 1 Chroniques 2

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org