Deutéronome 9
LXX
Commentaires

Afficher dans le texte

Jusqu’à 5 commentaires à la fois. Chaque extrait s’ouvre en entier.

Septante (AT)

Deutéronome 9:3

3καὶ γνώσῃ σήμερον ὅτι κύριος ὁ θεός σου, οὗτος προπορεύεται πρὸ προσώπου σου· πῦρ καταναλίσκον ἐστίν· οὗτος ἐξολεθρεύσει αὐτούς, καὶ οὗτος ἀποστρέψει αὐτοὺς ἀπὸ προσώπου σου, καὶ ἀπολεῖς αὐτούς, καθάπερ εἶπέν σοι κύριος.

Deutéronome 9:3 dans d’autres versions

Contexte de Deutéronome 9:3

1Ἄκουε, Ισραηλ· σὺ διαβαίνεις σήμερον τὸν Ιορδάνην εἰσελθεῖν κληρονομῆσαι ἔθνη μεγάλα καὶ ἰσχυρότερα μᾶλλον ἢ ὑμεῖς, πόλεις μεγάλας καὶ τειχήρεις ἕως τοῦ οὐρανοῦ, 2λαὸν μέγαν καὶ πολὺν καὶ εὐμήκη, υἱοὺς Ενακ, οὓς σὺ οἶσθα καὶ σὺ ἀκήκοας Τίς ἀντιστήσεται κατὰ πρόσωπον υἱῶν Ενακ ; καὶ γνώσῃ σήμερον ὅτι κύριος ὁ θεός σου, οὗτος προπορεύεται πρὸ προσώπου σου· πῦρ καταναλίσκον ἐστίν· οὗτος ἐξολεθρεύσει αὐτούς, καὶ οὗτος ἀποστρέψει αὐτοὺς ἀπὸ προσώπου σου, καὶ ἀπολεῖς αὐτούς, καθάπερ εἶπέν σοι κύριος. 4μὴ εἴπῃς ἐν τῇ καρδίᾳ σου ἐν τῷ ἐξαναλῶσαι κύριον τὸν θεόν σου τὰ ἔθνη ταῦτα ἀπὸ προσώπου σου λέγων Διὰ τὰς δικαιοσύνας μου εἰσήγαγέν με κύριος κληρονομῆσαι τὴν γῆν τὴν ἀγαθὴν ταύτην· ἀλλὰ διὰ τὴν ἀσέβειαν τῶν ἐθνῶν τούτων κύριος ἐξολεθρεύσει αὐτοὺς πρὸ προσώπου σου. 5οὐχὶ διὰ τὴν δικαιοσύνην σου οὐδὲ διὰ τὴν ὁσιότητα τῆς καρδίας σου σὺ εἰσπορεύῃ κληρονομῆσαι τὴν γῆν αὐτῶν, ἀλλὰ διὰ τὴν ἀσέβειαν τῶν ἐθνῶν τούτων κύριος ἐξολεθρεύσει αὐτοὺς ἀπὸ προσώπου σου καὶ ἵνα στήσῃ τὴν διαθήκην αὐτοῦ, ἣν ὤμοσεν τοῖς πατράσιν ὑμῶν, τῷ Αβρααμ καὶ τῷ Ισαακ καὶ τῷ Ιακωβ.

Lire Deutéronome 9 en entier

Deutéronome 9:3 mot à mot

וְיָדַעְתָּ֣ הַיּ֗וֹם כִּי֩ יְהוָ֨ה אֱלֹהֶ֜יךָ הֽוּא־הָעֹבֵ֤ר לְפָנֶ֙יךָ֙ אֵ֣שׁ אֹֽכְלָ֔ה ה֧וּא יַשְׁמִידֵ֛ם וְה֥וּא יַכְנִיעֵ֖ם לְפָנֶ֑יךָ וְהֽוֹרַשְׁתָּ֤ם וְהַֽאַבַדְתָּם֙ מַהֵ֔ר כַּאֲשֶׁ֛ר דִּבֶּ֥ר יְהוָ֖ה לָֽךְ׃Lire en interlinéaire

Mots relevés dans la LSG.

Références croisées de Deutéronome 9:3

Commentaires sur Deutéronome 9:3

Thèmes liés à Deutéronome 9:3

Dans les dictionnaires

Commentaires sur Deutéronome 9

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org