1 Rois 2
LXX
Commentaires

Afficher dans le texte

Jusqu’à 5 commentaires à la fois. Chaque extrait s’ouvre en entier.

Septante (AT)

1 Rois 2:44

44καὶ εἶπεν ὁ βασιλεὺς πρὸς Σεμει Σὺ οἶδας πᾶσαν τὴν κακίαν σου, ἣν ἔγνω ἡ καρδία σου, ἃ ἐποίησας τῷ Δαυιδ τῷ πατρί μου, καὶ ἀνταπέδωκεν κύριος τὴν κακίαν σου εἰς κεφαλήν σου·

1 Rois 2:44 dans d’autres versions

Contexte de 1 Rois 2:44

42καὶ ἀπέστειλεν ὁ βασιλεὺς καὶ ἐκάλεσεν τὸν Σεμει καὶ εἶπεν πρὸς αὐτόν Οὐχὶ ὥρκισά σε κατὰ τοῦ κυρίου καὶ ἐπεμαρτυράμην σοι λέγων Ἐν ᾗ ἂν ἡμέρᾳ ἐξέλθῃς ἐξ Ιερουσαλημ καὶ πορευθῇς εἰς δεξιὰ ἢ εἰς ἀριστερά, γινώσκων γνώσῃ ὅτι θανάτῳ ἀποθανῇ ; 43καὶ τί ὅτι οὐκ ἐφύλαξας τὸν ὅρκον κυρίου καὶ τὴν ἐντολήν, ἣν ἐνετειλάμην κατὰ σοῦ ; καὶ εἶπεν ὁ βασιλεὺς πρὸς Σεμει Σὺ οἶδας πᾶσαν τὴν κακίαν σου, ἣν ἔγνω ἡ καρδία σου, ἃ ἐποίησας τῷ Δαυιδ τῷ πατρί μου, καὶ ἀνταπέδωκεν κύριος τὴν κακίαν σου εἰς κεφαλήν σου· 45καὶ ὁ βασιλεὺς Σαλωμων ηὐλογημένος, καὶ ὁ θρόνος Δαυιδ ἔσται ἕτοιμος ἐνώπιον κυρίου εἰς τὸν αἰῶνα. 46καὶ ἐνετείλατο ὁ βασιλεὺς Σαλωμων τῷ Βαναια υἱῷ Ιωδαε, καὶ ἐξῆλθεν καὶ ἀνεῖλεν αὐτόν, καὶ ἀπέθανεν. (a) Καὶ ἦν ὁ βασιλεὺς Σαλωμων φρόνιμος σφόδρα καὶ σοφός, καὶ Ιουδα καὶ Ισραηλ πολλοὶ σφόδρα ὡς ἡ ἄμμος ἡ ἐπὶ τῆς θαλάσσης εἰς πλῆθος, ἐσθίοντες καὶ πίνοντες καὶ χαίροντες· (b) καὶ Σαλωμων ἦν ἄρχων ἐν πάσαις ταῖς βασιλείαις, καὶ ἦσαν προσφέροντες δῶρα καὶ ἐδούλευον τῷ Σαλωμων πάσας τὰς ἡμέρας τῆς ζωῆς αὐτοῦ. (c) καὶ Σαλωμων ἤρξατο διανοίγειν τὰ δυναστεύματα τοῦ Λιβάνου, (d) καὶ αὐτὸς ᾠκοδόμησεν τὴν Θερμαι ἐν τῇ ἐρήμῳ. (e) καὶ τοῦτο τὸ ἄριστον τῷ Σαλωμων· τριάκοντα κόροι σεμιδάλεως καὶ ἑξήκοντα κόροι ἀλεύρου κεκοπανισμένου, δέκα μόσχοι ἐκλεκτοὶ καὶ εἴκοσι βόες νομάδες καὶ ἑκατὸν πρόβατα ἐκτὸς ἐλάφων καὶ δορκάδων καὶ ὀρνίθων ἐκλεκτῶν νομάδων. (f) ὅτι ἦν ἄρχων ἐν παντὶ πέραν τοῦ ποταμοῦ ἀπὸ Ραφι ἕως Γάζης, ἐν πᾶσιν τοῖς βασιλεῦσιν πέραν τοῦ ποταμοῦ· (g) καὶ ἦν αὐτῷ εἰρήνη ἐκ πάντων τῶν μερῶν αὐτοῦ κυκλόθεν, καὶ κατῴκει Ιουδα καὶ Ισραηλ πεποιθότες, ἕκαστος ὑπὸ τὴν ἄμπελον αὐτοῦ καὶ ὑπὸ τὴν συκῆν αὐτοῦ, ἐσθίοντες καὶ πίνοντες, ἀπὸ Δαν καὶ ἕως Βηρσαβεε πάσας τὰς ἡμέρας Σαλωμων. (h) καὶ οὗτοι οἱ ἄρχοντες τοῦ Σαλωμων· Αζαριον υἱὸς Σαδωκ τοῦ ἱερέως καὶ Ορνιου υἱὸς Ναθαν ἄρχων τῶν ἐφεστηκότων καὶ Εδραμ ἐπὶ τὸν οἶκον αὐτοῦ καὶ Σουβα γραμματεὺς καὶ Βασα υἱὸς Αχιθαλαμ ἀναμιμνῄσκων καὶ Αβι υἱὸς Ιωαβ ἀρχιστράτηγος καὶ Αχιρε υἱὸς Εδραι ἐπὶ τὰς ἄρσεις καὶ Βαναια υἱὸς Ιωδαε ἐπὶ τῆς αὐλαρχίας καὶ ἐπὶ τοῦ πλινθείου καὶ Ζαχουρ υἱὸς Ναθαν ὁ σύμβουλος. (i) καὶ ἦσαν τῷ Σαλωμων τεσσαράκοντα χιλιάδες τοκάδες ἵπποι εἰς ἅρματα καὶ δώδεκα χιλιάδες ἱππέων. (k) καὶ ἦν ἄρχων ἐν πᾶσιν τοῖς βασιλεῦσιν ἀπὸ τοῦ ποταμοῦ καὶ ἕως γῆς ἀλλοφύλων καὶ ἕως ὁρίων Αἰγύπτου. (l) Σαλωμων υἱὸς Δαυιδ ἐβασίλευσεν ἐπὶ Ισραηλ καὶ Ιουδα ἐν Ιερουσαλημ.

Lire 1 Rois 2 en entier

1 Rois 2:44 mot à mot

וַיֹּ֨אמֶר הַמֶּ֜לֶךְ אֶל־שִׁמְעִ֗י אַתָּ֤ה יָדַ֙עְתָּ֙ אֵ֣ת כָּל־הָרָעָ֗ה אֲשֶׁ֤ר יָדַע֙ לְבָ֣בְךָ֔ אֲשֶׁ֥ר עָשִׂ֖יתָ לְדָוִ֣ד אָבִ֑י וְהֵשִׁ֧יב יְהוָ֛ה אֶת־רָעָתְךָ֖ בְּרֹאשֶֽׁךָ׃Lire en interlinéaire

Mots relevés dans la LSG.

Références croisées de 1 Rois 2:44

Commentaires sur 1 Rois 2:44

Thèmes liés à 1 Rois 2:44

Dans les dictionnaires

Commentaires sur 1 Rois 2

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org