1 Rois 2
LXX
Commentaires

Afficher dans le texte

Jusqu’à 5 commentaires à la fois. Chaque extrait s’ouvre en entier.

Septante (AT)

1 Rois 2:24

24καὶ νῦν ζῇ κύριος, ὃς ἡτοίμασέν με καὶ ἔθετό με ἐπὶ τὸν θρόνον Δαυιδ τοῦ πατρός μου καὶ αὐτὸς ἐποίησέν μοι οἶκον, καθὼς ἐλάλησεν κύριος, ὅτι σήμερον θανατωθήσεται Αδωνιας.

1 Rois 2:24 dans d’autres versions

Contexte de 1 Rois 2:24

22καὶ ἀπεκρίθη Σαλωμων ὁ βασιλεὺς καὶ εἶπεν τῇ μητρὶ αὐτοῦ Καὶ ἵνα τί σὺ ᾔτησαι τὴν Αβισακ τῷ Αδωνια ; καὶ αἴτησαι αὐτῷ τὴν βασιλείαν, ὅτι οὗτος ἀδελφός μου ὁ μέγας ὑπὲρ ἐμέ, καὶ αὐτῷ Αβιαθαρ ὁ ἱερεὺς καὶ αὐτῷ Ιωαβ ὁ υἱὸς Σαρουιας ὁ ἀρχιστράτηγος ἑταῖρος. 23καὶ ὤμοσεν ὁ βασιλεὺς Σαλωμων κατὰ τοῦ κυρίου λέγων Τάδε ποιήσαι μοι ὁ θεὸς καὶ τάδε προσθείη, ὅτι κατὰ τῆς ψυχῆς αὐτοῦ ἐλάλησεν Αδωνιας τὸν λόγον τοῦτον· καὶ νῦν ζῇ κύριος, ὃς ἡτοίμασέν με καὶ ἔθετό με ἐπὶ τὸν θρόνον Δαυιδ τοῦ πατρός μου καὶ αὐτὸς ἐποίησέν μοι οἶκον, καθὼς ἐλάλησεν κύριος, ὅτι σήμερον θανατωθήσεται Αδωνιας. 25καὶ ἐξαπέστειλεν Σαλωμων ὁ βασιλεὺς ἐν χειρὶ Βαναιου υἱοῦ Ιωδαε καὶ ἀνεῖλεν αὐτόν, καὶ ἀπέθανεν Αδωνιας ἐν τῇ ἡμέρᾳ ἐκείνῃ. 26Καὶ τῷ Αβιαθαρ τῷ ἱερεῖ εἶπεν ὁ βασιλεύς Ἀπότρεχε σὺ εἰς Αναθωθ εἰς ἀγρόν σου, ὅτι ἀνὴρ θανάτου εἶ σὺ ἐν τῇ ἡμέρᾳ ταύτῃ, καὶ οὐ θανατώσω σε, ὅτι ἦρας τὴν κιβωτὸν τῆς διαθήκης κυρίου ἐνώπιον τοῦ πατρός μου, καὶ ὅτι ἐκακουχήθης ἐν ἅπασιν, οἷς ἐκακουχήθη ὁ πατήρ μου.

Lire 1 Rois 2 en entier

1 Rois 2:24 mot à mot

וְעַתָּ֗ה חַי־יְהוָה֙ אֲשֶׁ֣ר הֱכִינַ֗נִי וַיּֽוֹשִׁיבַ֙נִי֙ עַל־כִּסֵּא֙ דָּוִ֣ד אָבִ֔י וַאֲשֶׁ֧ר עָֽשָׂה־לִ֛י בַּ֖יִת כַּאֲשֶׁ֣ר דִּבֵּ֑ר כִּ֣י הַיּ֔וֹם יוּמַ֖ת אֲדֹנִיָּֽהוּ׃Lire en interlinéaire

Mots relevés dans la LSG.

Références croisées de 1 Rois 2:24

Commentaires sur 1 Rois 2:24

Thèmes liés à 1 Rois 2:24

Dans les dictionnaires

Commentaires sur 1 Rois 2

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org