Septante (AT)
1 Chroniques 2:3-20
3Υἱοὶ Ιουδα· Ηρ, Αυναν, Σηλων, τρεῖς· ἐγεννήθησαν αὐτῷ ἐκ τῆς θυγατρὸς Σαυας τῆς Χαναανίτιδος. καὶ ἦν Ηρ ὁ πρωτότοκος Ιουδα πονηρὸς ἐναντίον κυρίου, καὶ ἀπέκτεινεν αὐτόν.
4καὶ Θαμαρ ἡ νύμφη αὐτοῦ ἔτεκεν αὐτῷ τὸν Φαρες καὶ τὸν Ζαρα. πάντες υἱοὶ Ιουδα πέντε.
5υἱοὶ Φαρες· Αρσων καὶ Ιεμουηλ.
6καὶ υἱοὶ Ζαρα· Ζαμβρι καὶ Αιθαν καὶ Αιμαν καὶ Χαλχαλ καὶ Δαρα, πάντες πέντε.
7καὶ υἱοὶ Χαρμι· Αχαρ ὁ ἐμποδοστάτης Ισραηλ, ὃς ἠθέτησεν εἰς τὸ ἀνάθεμα.
8καὶ υἱοὶ Αιθαν· Αζαρια.
9καὶ υἱοὶ Εσερων, οἳ ἐτέχθησαν αὐτῷ· ὁ Ιραμεηλ καὶ ὁ Ραμ καὶ ὁ Χαλεβ καὶ Αραμ.
10καὶ Αραμ ἐγέννησεν τὸν Αμιναδαβ, καὶ Αμιναδαβ ἐγέννησεν τὸν Ναασσων ἄρχοντα τοῦ οἴκου Ιουδα,
11καὶ Ναασσων ἐγέννησεν τὸν Σαλμων, καὶ Σαλμων ἐγέννησεν τὸν Βοος,
12καὶ Βοος ἐγέννησεν τὸν Ωβηδ, καὶ Ωβηδ ἐγέννησεν τὸν Ιεσσαι,
13καὶ Ιεσσαι ἐγέννησεν τὸν πρωτότοκον αὐτοῦ Ελιαβ· Αμιναδαβ ὁ δεύτερος, Σαμαα ὁ τρίτος,
14Ναθαναηλ ὁ τέταρτος, Ραδδαι ὁ πέμπτος,
15Ασομ ὁ ἕκτος, Δαυιδ ὁ ἕβδομος.
16καὶ ἀδελφὴ αὐτῶν Σαρουια καὶ Αβιγαια. καὶ υἱοὶ Σαρουια· Αβεσσα καὶ Ιωαβ καὶ Ασαηλ, τρεῖς.
17καὶ Αβιγαια ἐγέννησεν τὸν Αμεσσα· καὶ πατὴρ Αμεσσα Ιοθορ ὁ Ισμαηλίτης.
18Καὶ Χαλεβ υἱὸς Εσερων ἐγέννησεν τὴν Γαζουβα γυναῖκα καὶ τὴν Ιεριωθ. καὶ οὗτοι υἱοὶ αὐτῆς· Ιωασαρ καὶ Σωβαβ καὶ Ορνα.
19καὶ ἀπέθανεν Γαζουβα, καὶ ἔλαβεν ἑαυτῷ Χαλεβ τὴν Εφραθ, καὶ ἔτεκεν αὐτῷ τὸν Ωρ·
20καὶ Ωρ ἐγέννησεν τὸν Ουρι, καὶ Ουρι ἐγέννησεν τὸν Βεσελεηλ.
Commentaires sur 1 Chroniques 2
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires