Septante (AT)
Nombres 26:61
61καὶ ἀπέθανεν Ναδαβ καὶ Αβιουδ ἐν τῷ προσφέρειν αὐτοὺς πῦρ ἀλλότριον ἔναντι κυρίου ἐν τῇ ἐρήμῳ Σινα.
Nombres 26:61 dans d’autres versions
- Bible Segond 1910 (LSG)Nadab et Abihu moururent, lorsqu’ils apportèrent devant l’Éternel du feu étranger.
- Bible Segond 21 (S21)Nadab et Abihu moururent lorsqu'ils apportèrent du feu étranger devant l'Eternel.
- Bible du Semeur (BDS)Nadab et Abihou moururent pour avoir présenté devant l’Eternel un feu profane.
- Nouvelle Edition de Genève 1979 (NEG79)Nadab et Abihu moururent, lorsqu'ils apportèrent devant l'Eternel du feu étranger.
Contexte de Nombres 26:61
59καὶ τὸ ὄνομα τῆς γυναικὸς αὐτοῦ Ιωχαβεδ θυγάτηρ Λευι, ἣ ἔτεκεν τούτους τῷ Λευι ἐν Αἰγύπτῳ· καὶ ἔτεκεν τῷ Αμραμ τὸν Ααρων καὶ Μωυσῆν καὶ Μαριαμ τὴν ἀδελφὴν αὐτῶν. 60καὶ ἐγεννήθησαν τῷ Ααρων ὅ τε Ναδαβ καὶ Αβιουδ καὶ Ελεαζαρ καὶ Ιθαμαρ. καὶ ἀπέθανεν Ναδαβ καὶ Αβιουδ ἐν τῷ προσφέρειν αὐτοὺς πῦρ ἀλλότριον ἔναντι κυρίου ἐν τῇ ἐρήμῳ Σινα. 62καὶ ἐγενήθησαν ἐξ ἐπισκέψεως αὐτῶν τρεῖς καὶ εἴκοσι χιλιάδες, πᾶν ἀρσενικὸν ἀπὸ μηνιαίου καὶ ἐπάνω· οὐ γὰρ συνεπεσκέπησαν ἐν μέσῳ υἱῶν Ισραηλ, ὅτι οὐ δίδοται αὐτοῖς κλῆρος ἐν μέσῳ υἱῶν Ισραηλ. 63Καὶ αὕτη ἡ ἐπίσκεψις Μωυσῆ καὶ Ελεαζαρ τοῦ ἱερέως, οἳ ἐπεσκέψαντο τοὺς υἱοὺς Ισραηλ ἐν Αραβωθ Μωαβ ἐπὶ τοῦ Ιορδάνου κατὰ Ιεριχω.
Lire Nombres 26 en entierNombres 26:61 mot à mot
וַיָּ֥מָת נָדָ֖ב וַאֲבִיה֑וּא בְּהַקְרִיבָ֥ם אֵשׁ־זָרָ֖ה לִפְנֵ֥י יְהוָֽה׃Lire en interlinéaire
Mots relevés dans la LSG.
Références croisées de Nombres 26:61
- Nombres 1:49Ὅρα τὴν φυλὴν τὴν Λευι οὐ συνεπισκέψῃ καὶ τὸν ἀριθμὸν αὐτῶν οὐ λήμψῃ ἐν μέσῳ τῶν υἱῶν Ισραηλ.
- Nombres 3:39Πᾶσα ἡ ἐπίσκεψις τῶν Λευιτῶν, οὓς ἐπεσκέψατο Μωυσῆς καὶ Ααρων διὰ φωνῆς κυρίου κατὰ δήμους αὐτῶν, πᾶν ἀρσενικὸν ἀπὸ μηνιαίου καὶ ἐπάνω δύο καὶ εἴκοσι χιλιάδες.
- Nombres 4:27κατὰ στόμα Ααρων καὶ τῶν υἱῶν αὐτοῦ ἔσται ἡ λειτουργία τῶν υἱῶν Γεδσων κατὰ πάσας τὰς λειτουργίας αὐτῶν καὶ κατὰ πάντα τὰ ἀρτὰ δι αὐτῶν· καὶ ἐπισκέψῃ αὐτοὺς ἐξ ὀνομάτων πάντα τὰ ἀρτὰ ὑπ αὐτῶν.
- Nombres 18:20Καὶ ἐλάλησεν κύριος πρὸς Ααρων Ἐν τῇ γῇ αὐτῶν οὐ κληρονομήσεις, καὶ μερὶς οὐκ ἔσται σοι ἐν αὐτοῖς, ὅτι ἐγὼ μερίς σου καὶ κληρονομία σου ἐν μέσῳ τῶν υἱῶν Ισραηλ.
- Nombres 35:2Σύνταξον τοῖς υἱοῖς Ισραηλ καὶ δώσουσιν τοῖς Λευίταις ἀπὸ τῶν κλήρων κατασχέσεως αὐτῶν πόλεις κατοικεῖν καὶ τὰ προάστεια τῶν πόλεων κύκλῳ αὐτῶν δώσουσιν τοῖς Λευίταις,
- Deutéronome 10:9διὰ τοῦτο οὐκ ἔστιν τοῖς Λευίταις μερὶς καὶ κλῆρος ἐν τοῖς ἀδελφοῖς αὐτῶν· κύριος αὐτὸς κλῆρος αὐτοῦ, καθὰ εἶπεν αὐτῷ.
- Deutéronome 14:27καὶ ὁ Λευίτης ὁ ἐν ταῖς πόλεσίν σου, ὅτι οὐκ ἔστιν αὐτῷ μερὶς οὐδὲ κλῆρος μετὰ σοῦ.
- Deutéronome 18:1Οὐκ ἔσται τοῖς ἱερεῦσιν τοῖς Λευίταις, ὅλῃ φυλῇ Λευι, μερὶς οὐδὲ κλῆρος μετὰ Ισραηλ· καρπώματα κυρίου ὁ κλῆρος αὐτῶν, φάγονται αὐτά.
- Josué 13:14πλὴν τῆς φυλῆς Λευι οὐκ ἐδόθη κληρονομία· κύριος ὁ θεὸς Ισραηλ, οὗτος αὐτῶν κληρονομία, καθὰ εἶπεν αὐτοῖς κύριος. καὶ οὗτος ὁ καταμερισμός, ὃν κατεμέρισεν Μωυσῆς τοῖς υἱοῖς Ισραηλ ἐν Αραβωθ Μωαβ ἐν τῷ πέραν τοῦ Ιορδάνου κατὰ Ιεριχω.
- Josué 14:3ἀπὸ τοῦ πέραν τοῦ Ιορδάνου, καὶ τοῖς Λευίταις οὐκ ἔδωκεν κλῆρον ἐν αὐτοῖς·
Commentaires sur Nombres 26:61
- Commentaire concis de Matthew Henry · v. 57-62Lévi était la « tribu de Dieu » ; en conséquence, elle ne fit pas partie du dénombrement et fut mise à part. Elle ne subit pas la terrible sentence de l'Éternel, qui stipulait qu'aucun des enfants d'Israël sortis d'Égypte, ne devait entrer en Canaan, à l'exception de Caleb et Josué.Lire le commentaire
- Tyndale Open Study Notes · v. 57-61La famille de Quéhath a fait l'objet d'une attention particulière car elle appartenait au clan d'Aaron, de Moïse et de Miriam.Lire le commentaire
Thèmes liés à Nombres 26:61
Dans les dictionnaires
Commentaires sur Nombres 26
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires