Septante (AT)
Josué 19:32-51
32Καὶ τῷ Νεφθαλι ἐξῆλθεν ὁ κλῆρος ὁ ἕκτος.
33καὶ ἐγενήθη τὰ ὅρια αὐτῶν Μοολαμ καὶ Μωλα καὶ Βεσεμιιν καὶ Αρμε καὶ Ναβωκ καὶ Ιεφθαμαι ἕως Δωδαμ, καὶ ἐγενήθησαν αἱ διέξοδοι αὐτοῦ ὁ Ιορδάνης·
34καὶ ἐπιστρέψει τὰ ὅρια ἐπὶ θάλασσαν Εναθ Θαβωρ καὶ διελεύσεται ἐκεῖθεν Ιακανα καὶ συνάψει τῷ Ζαβουλων ἀπὸ νότου καὶ Ασηρ συνάψει κατὰ θάλασσαν, καὶ ὁ Ιορδάνης ἀπ ἀνατολῶν ἡλίου.
35καὶ αἱ πόλεις τειχήρεις τῶν Τυρίων Τύρος καὶ Ωμαθα, Δακεθ καὶ Κενερεθ
36καὶ Αρμαιθ καὶ Αραηλ καὶ Ασωρ
37καὶ Καδες καὶ Ασσαρι καὶ πηγὴ Ασορ
38καὶ Κερωε καὶ Μεγαλα, Αριμ καὶ Βαιθθαμε καὶ Θεσσαμυς.
39αὕτη ἡ κληρονομία φυλῆς υἱῶν Νεφθαλι.
40Καὶ τῷ Δαν ἐξῆλθεν ὁ κλῆρος ὁ ἕβδομος.
41καὶ ἐγενήθη τὰ ὅρια αὐτῶν Σαραθ καὶ Ασα, πόλεις Σαμμαυς
42καὶ Σαλαβιν καὶ Αμμων καὶ Σιλαθα
43καὶ Αιλων καὶ Θαμναθα καὶ Ακκαρων
44καὶ Αλκαθα καὶ Βεγεθων καὶ Γεβεελαν
45καὶ Αζωρ καὶ Βαναιβακατ καὶ Γεθρεμμων,
46καὶ ἀπὸ θαλάσσης Ιερακων ὅριον πλησίον Ιόππης.
47αὕτη ἡ κληρονομία φυλῆς υἱῶν Δαν κατὰ δήμους αὐτῶν, αἱ πόλεις αὐτῶν καὶ αἱ κῶμαι αὐτῶν. (a) καὶ οὐκ ἐξέθλιψαν οἱ υἱοὶ Δαν τὸν Αμορραῖον τὸν θλίβοντα αὐτοὺς ἐν τῷ ὄρει· καὶ οὐκ εἴων αὐτοὺς οἱ Αμορραῖοι καταβῆναι εἰς τὴν κοιλάδα καὶ ἔθλιψαν ἀπ αὐτῶν τὸ ὅριον τῆς μερίδος αὐτῶν.
48καὶ ἐπορεύθησαν οἱ υἱοὶ Ιουδα καὶ ἐπολέμησαν τὴν Λαχις καὶ κατελάβοντο αὐτὴν καὶ ἐπάταξαν αὐτὴν ἐν στόματι μαχαίρας καὶ κατῴκησαν αὐτὴν καὶ ἐκάλεσαν τὸ ὄνομα αὐτῆς Λασενδακ. (a) καὶ ὁ Αμορραῖος ὑπέμεινεν τοῦ κατοικεῖν ἐν Ελωμ καὶ ἐν Σαλαμιν· καὶ ἐβαρύνθη ἡ χεὶρ τοῦ Εφραιμ ἐπ αὐτούς, καὶ ἐγένοντο αὐτοῖς εἰς φόρον.
49Καὶ ἐπορεύθησαν ἐμβατεῦσαι τὴν γῆν κατὰ τὸ ὅριον αὐτῶν. καὶ ἔδωκαν οἱ υἱοὶ Ισραηλ κλῆρον Ἰησοῖ τῷ υἱῷ Ναυη ἐν αὐτοῖς
50διὰ προστάγματος τοῦ θεοῦ· καὶ ἔδωκαν αὐτῷ τὴν πόλιν, ἣν ᾐτήσατο, Θαμνασαραχ, ἥ ἐστιν ἐν τῷ ὄρει Εφραιμ· καὶ ᾠκοδόμησεν τὴν πόλιν καὶ κατῴκει ἐν αὐτῇ.
51Αὗται αἱ διαιρέσεις, ἃς κατεκληρονόμησεν Ελεαζαρ ὁ ἱερεὺς καὶ Ἰησοῦς ὁ τοῦ Ναυη καὶ οἱ ἄρχοντες τῶν πατριῶν ἐν ταῖς φυλαῖς Ισραηλ κατὰ κλήρους ἐν Σηλω ἐναντίον κυρίου παρὰ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου· καὶ ἐπορεύθησαν ἐμβατεῦσαι τὴν γῆν.
Commentaires sur Josué 19
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires