Septante (AT)
Job 38:22-38
22ἦλθες δὲ ἐπὶ θησαυροὺς χιόνος, θησαυροὺς δὲ χαλάζης ἑόρακας.
23ἀπόκειται δέ σοι εἰς ὥραν ἐχθρῶν, εἰς ἡμέραν πολέμου καὶ μάχης.
24πόθεν δὲ ἐκπορεύεται πάχνη ἢ διασκεδάννυται νότος εἰς τὴν ὑπ οὐρανόν ;
25τίς δὲ ἡτοίμασεν ὑετῷ λάβρῳ ῥύσιν, ὁδὸν δὲ κυδοιμῶν
26τοῦ ὑετίσαι ἐπὶ γῆν, οὗ οὐκ ἀνήρ, ἔρημον, οὗ οὐχ ὑπάρχει ἄνθρωπος ἐν αὐτῇ,
27τοῦ χορτάσαι ἄβατον καὶ ἀοίκητον καὶ τοῦ ἐκβλαστῆσαι ἔξοδον χλόης ;
28τίς ἐστιν ὑετοῦ πατήρ ; τίς δέ ἐστιν ὁ τετοκὼς βώλους δρόσου ;
29ἐκ γαστρὸς δὲ τίνος ἐκπορεύεται ὁ κρύσταλλος ; πάχνην δὲ ἐν οὐρανῷ τίς τέτοκεν,
30ἣ καταβαίνει ὥσπερ ὕδωρ ῥέον ; πρόσωπον δὲ ἀβύσσου τίς ἔπηξεν ;
31συνῆκας δὲ δεσμὸν Πλειάδος καὶ φραγμὸν Ὠρίωνος ἤνοιξας ;
32ἦ διανοίξεις μαζουρωθ ἐν καιρῷ αὐτοῦ καὶ Ἕσπερον ἐπὶ κόμης αὐτοῦ ἄξεις αὐτά ;
33ἐπίστασαι δὲ τροπὰς οὐρανοῦ ἢ τὰ ὑπ οὐρανὸν ὁμοθυμαδὸν γινόμενα ;
34καλέσεις δὲ νέφος φωνῇ, καὶ τρόμῳ ὕδατος λάβρῳ ὑπακούσεταί σου ;
35ἀποστελεῖς δὲ κεραυνοὺς καὶ πορεύσονται ; ἐροῦσιν δέ σοι Τί ἐστιν ;
36τίς δὲ ἔδωκεν γυναιξὶν ὑφάσματος σοφίαν ἢ ποικιλτικὴν ἐπιστήμην ;
37τίς δὲ ὁ ἀριθμῶν νέφη σοφίᾳ, οὐρανὸν δὲ εἰς γῆν ἔκλινεν ;
38κέχυται δὲ ὥσπερ γῆ κονία, κεκόλληκα δὲ αὐτὸν ὥσπερ λίθῳ κύβον.
Commentaires sur Job 38
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires