Job 25
Septante (AT)
1Ὑπολαβὼν δὲ Βαλδαδ ὁ Σαυχίτης λέγει
2Τί γὰρ προοίμιον ἢ φόβος παρ αὐτοῦ, ὁ ποιῶν τὴν σύμπασαν ἐν ὑψίστῳ ;
3μὴ γάρ τις ὑπολάβοι ὅτι ἔστιν παρέλκυσις πειραταῖς ; ἐπὶ τίνας δὲ οὐκ ἐπελεύσεται ἔνεδρα παρ αὐτοῦ ;
4πῶς γὰρ ἔσται δίκαιος βροτὸς ἔναντι κυρίου ; ἢ τίς ἂν ἀποκαθαρίσαι ἑαυτὸν γεννητὸς γυναικός ;
5εἰ σελήνῃ συντάσσει, καὶ οὐκ ἐπιφαύσκει· ἄστρα δὲ οὐ καθαρὰ ἐναντίον αὐτοῦ.
6ἔα δέ, ἄνθρωπος σαπρία καὶ υἱὸς ἀνθρώπου σκώληξ.
Commentaires sur Job 25
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires