Septante (AT)
Jérémie 2:9-19
9διὰ τοῦτο ἔτι κριθήσομαι πρὸς ὑμᾶς, λέγει κύριος, καὶ πρὸς τοὺς υἱοὺς τῶν υἱῶν ὑμῶν κριθήσομαι.
10διότι διέλθετε εἰς νήσους Χεττιιμ καὶ ἴδετε, καὶ εἰς Κηδαρ ἀποστείλατε καὶ νοήσατε σφόδρα, καὶ ἴδετε εἰ γέγονεν τοιαῦτα.
11εἰ ἀλλάξονται ἔθνη θεοὺς αὐτῶν ; καὶ οὗτοι οὔκ εἰσιν θεοί. ὁ δὲ λαός μου ἠλλάξατο τὴν δόξαν αὐτοῦ, ἐξ ἧς οὐκ ὠφεληθήσονται.
12ἐξέστη ὁ οὐρανὸς ἐπὶ τούτῳ καὶ ἔφριξεν ἐπὶ πλεῖον σφόδρα, λέγει κύριος.
13ὅτι δύο πονηρὰ ἐποίησεν ὁ λαός μου· ἐμὲ ἐγκατέλιπον, πηγὴν ὕδατος ζωῆς, καὶ ὤρυξαν ἑαυτοῖς λάκκους συντετριμμένους, οἳ οὐ δυνήσονται ὕδωρ συνέχειν.
14Μὴ δοῦλός ἐστιν Ισραηλ ἢ οἰκογενής ἐστιν ; διὰ τί εἰς προνομὴν ἐγένετο ;
15ἐπ αὐτὸν ὠρύοντο λέοντες καὶ ἔδωκαν τὴν φωνὴν αὐτῶν, οἳ ἔταξαν τὴν γῆν αὐτοῦ εἰς ἔρημον, καὶ αἱ πόλεις αὐτοῦ κατεσκάφησαν παρὰ τὸ μὴ κατοικεῖσθαι.
16καὶ υἱοὶ Μέμφεως καὶ Ταφνας ἔγνωσάν σε καὶ κατέπαιζόν σου.
17οὐχὶ ταῦτα ἐποίησέν σοι τὸ καταλιπεῖν σε ἐμέ ; λέγει κύριος ὁ θεός σου.
18καὶ νῦν τί σοι καὶ τῇ ὁδῷ Αἰγύπτου τοῦ πιεῖν ὕδωρ Γηων ; καὶ τί σοι καὶ τῇ ὁδῷ Ἀσσυρίων τοῦ πιεῖν ὕδωρ ποταμῶν ;
19παιδεύσει σε ἡ ἀποστασία σου, καὶ ἡ κακία σου ἐλέγξει σε· καὶ γνῶθι καὶ ἰδὲ ὅτι πικρόν σοι τὸ καταλιπεῖν σε ἐμέ, λέγει κύριος ὁ θεός σου· καὶ οὐκ εὐδόκησα ἐπὶ σοί, λέγει κύριος ὁ θεός σου.
Commentaires sur Jérémie 2
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires