Ézéchiel 44
LXX
Commentaires

Afficher dans le texte

Jusqu’à 5 commentaires à la fois. Chaque extrait s’ouvre en entier.

Septante (AT)

Ézéchiel 44:12

12ἀνθ ὧν ἐλειτούργουν αὐτοῖς πρὸ προσώπου τῶν εἰδώλων αὐτῶν καὶ ἐγένετο τῷ οἴκῳ Ισραηλ εἰς κόλασιν ἀδικίας, ἕνεκα τούτου ἦρα τὴν χεῖρά μου ἐπ αὐτούς, λέγει κύριος ὁ θεός,

Ézéchiel 44:12 dans d’autres versions

Contexte de Ézéchiel 44:12

10ἀλλ ἢ οἱ Λευῖται, οἵτινες ἀφήλαντο ἀπ ἐμοῦ ἐν τῷ πλανᾶσθαι τὸν Ισραηλ ἀπ ἐμοῦ κατόπισθεν τῶν ἐνθυμημάτων αὐτῶν, καὶ λήμψονται ἀδικίαν αὐτῶν 11καὶ ἔσονται ἐν τοῖς ἁγίοις μου λειτουργοῦντες θυρωροὶ ἐπὶ τῶν πυλῶν τοῦ οἴκου καὶ λειτουργοῦντες τῷ οἴκῳ· οὗτοι σφάξουσιν τὰ ὁλοκαυτώματα καὶ τὰς θυσίας τῷ λαῷ, καὶ οὗτοι στήσονται ἐναντίον τοῦ λαοῦ τοῦ λειτουργεῖν αὐτοῖς. ἀνθ ὧν ἐλειτούργουν αὐτοῖς πρὸ προσώπου τῶν εἰδώλων αὐτῶν καὶ ἐγένετο τῷ οἴκῳ Ισραηλ εἰς κόλασιν ἀδικίας, ἕνεκα τούτου ἦρα τὴν χεῖρά μου ἐπ αὐτούς, λέγει κύριος ὁ θεός, 13καὶ οὐκ ἐγγιοῦσι πρός με τοῦ ἱερατεύειν μοι οὐδὲ τοῦ προσάγειν πρὸς τὰ ἅγια υἱῶν τοῦ Ισραηλ οὐδὲ πρὸς τὰ ἅγια τῶν ἁγίων μου καὶ λήμψονται ἀτιμίαν αὐτῶν ἐν τῇ πλανήσει, ᾗ ἐπλανήθησαν. 14καὶ κατατάξουσιν αὐτοὺς φυλάσσειν φυλακὰς τοῦ οἴκου εἰς πάντα τὰ ἔργα αὐτοῦ καὶ εἰς πάντα, ὅσα ἂν ποιήσωσιν. –

Lire Ézéchiel 44 en entier

Ézéchiel 44:12 mot à mot

יַ֗עַן אֲשֶׁ֨ר יְשָׁרְת֤וּ אוֹתָם֙ לִפְנֵ֣י גִלּֽוּלֵיהֶ֔ם וְהָי֥וּ לְבֵֽית־יִשְׂרָאֵ֖ל לְמִכְשׁ֣וֹל עָוֹ֑ן עַל־כֵּן֩ נָשָׂ֨אתִי יָדִ֜י עֲלֵיהֶ֗ם נְאֻם֙ אֲדֹנָ֣י יְהוִ֔ה וְנָשְׂא֖וּ עֲוֹנָֽם׃Lire en interlinéaire

Mots relevés dans la LSG.

Références croisées de Ézéchiel 44:12

Commentaires sur Ézéchiel 44:12

Thèmes liés à Ézéchiel 44:12

Dans les dictionnaires

Commentaires sur Ézéchiel 44

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org