2 Samuel 15
LXX
Commentaires

Afficher dans le texte

Jusqu’à 5 commentaires à la fois. Chaque extrait s’ouvre en entier.

Septante (AT)

2 Samuel 15:19

19καὶ εἶπεν ὁ βασιλεὺς πρὸς Εθθι τὸν Γεθθαῖον Ἵνα τί πορεύῃ καὶ σὺ μεθ ἡμῶν ; ἐπίστρεφε καὶ οἴκει μετὰ τοῦ βασιλέως, ὅτι ξένος εἶ σὺ καὶ ὅτι μετῴκηκας σὺ ἐκ τοῦ τόπου σου.

2 Samuel 15:19 dans d’autres versions

Contexte de 2 Samuel 15:19

17καὶ ἐξῆλθεν ὁ βασιλεὺς καὶ πάντες οἱ παῖδες αὐτοῦ πεζῇ καὶ ἔστησαν ἐν οἴκῳ τῷ μακράν. 18καὶ πάντες οἱ παῖδες αὐτοῦ ἀνὰ χεῖρα αὐτοῦ παρῆγον καὶ πᾶς ὁ χεττι καὶ πᾶς ὁ φελετθι καὶ ἔστησαν ἐπὶ τῆς ἐλαίας ἐν τῇ ἐρήμῳ· καὶ πᾶς ὁ λαὸς παρεπορεύετο ἐχόμενος αὐτοῦ καὶ πάντες οἱ περὶ αὐτὸν καὶ πάντες οἱ ἁδροὶ καὶ πάντες οἱ μαχηταί, ἑξακόσιοι ἄνδρες, καὶ παρῆσαν ἐπὶ χεῖρα αὐτοῦ· καὶ πᾶς ὁ χερεθθι καὶ πᾶς ὁ φελεθθι καὶ πάντες οἱ Γεθθαῖοι, ἑξακόσιοι ἄνδρες οἱ ἐλθόντες τοῖς ποσὶν αὐτῶν ἐκ Γεθ, πορευόμενοι ἐπὶ πρόσωπον τοῦ βασιλέως. καὶ εἶπεν ὁ βασιλεὺς πρὸς Εθθι τὸν Γεθθαῖον Ἵνα τί πορεύῃ καὶ σὺ μεθ ἡμῶν ; ἐπίστρεφε καὶ οἴκει μετὰ τοῦ βασιλέως, ὅτι ξένος εἶ σὺ καὶ ὅτι μετῴκηκας σὺ ἐκ τοῦ τόπου σου. 20εἰ ἐχθὲς παραγέγονας, καὶ σήμερον κινήσω σε μεθ ἡμῶν καί γε μεταναστήσεις τὸν τόπον σου ; ἐχθὲς ἡ ἐξέλευσίς σου, καὶ σήμερον μετακινήσω σε μεθ ἡμῶν τοῦ πορευθῆναι ; καὶ ἐγὼ πορεύσομαι οὗ ἂν ἐγὼ πορευθῶ. ἐπιστρέφου καὶ ἐπίστρεψον τοὺς ἀδελφούς σου μετὰ σοῦ, καὶ κύριος ποιήσει μετὰ σοῦ ἔλεος καὶ ἀλήθειαν. 21καὶ ἀπεκρίθη Εθθι τῷ βασιλεῖ καὶ εἶπεν Ζῇ κύριος καὶ ζῇ ὁ κύριός μου ὁ βασιλεύς, ὅτι εἰς τὸν τόπον, οὗ ἐὰν ᾖ ὁ κύριός μου, καὶ ἐὰν εἰς θάνατον καὶ ἐὰν εἰς ζωήν, ὅτι ἐκεῖ ἔσται ὁ δοῦλός σου.

Lire 2 Samuel 15 en entier

2 Samuel 15:19 mot à mot

וַיֹּ֤אמֶר הַמֶּ֙לֶךְ֙ אֶל־אִתַּ֣י הַגִּתִּ֔י לָ֧מָּה תֵלֵ֛ךְ גַּם־אַתָּ֖ה אִתָּ֑נוּ שׁ֣וּב וְשֵׁ֤ב עִם־הַמֶּ֙לֶךְ֙ כִּֽי־נָכְרִ֣י אַ֔תָּה וְגַם־גֹּלֶ֥ה אַתָּ֖ה לִמְקוֹמֶֽךָ׃Lire en interlinéaire

Mots relevés dans la LSG.

Références croisées de 2 Samuel 15:19

Commentaires sur 2 Samuel 15:19

Thèmes liés à 2 Samuel 15:19

Dans les dictionnaires

Commentaires sur 2 Samuel 15

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org