Lamentations 1
LXX
Commentaires

Afficher dans le texte

Jusqu’à 5 commentaires à la fois. Chaque extrait s’ouvre en entier.

Septante (AT)

Lamentations 1:9

9Ἀκαθαρσία αὐτῆς πρὸς ποδῶν αὐτῆς, οὐκ ἐμνήσθη ἔσχατα αὐτῆς· καὶ κατεβίβασεν ὑπέρογκα, οὐκ ἔστιν ὁ παρακαλῶν αὐτήν· ἰδέ, κύριε, τὴν ταπείνωσίν μου, ὅτι ἐμεγαλύνθη ἐχθρός.

Lamentations 1:9 dans d’autres versions

Contexte de Lamentations 1:9

7Ἐμνήσθη Ιερουσαλημ ἡμερῶν ταπεινώσεως αὐτῆς καὶ ἀπωσμῶν αὐτῆς, πάντα τὰ ἐπιθυμήματα αὐτῆς, ὅσα ἦν ἐξ ἡμερῶν ἀρχαίων, ἐν τῷ πεσεῖν τὸν λαὸν αὐτῆς εἰς χεῖρας θλίβοντος καὶ οὐκ ἦν ὁ βοηθῶν αὐτῇ, ἰδόντες οἱ ἐχθροὶ αὐτῆς ἐγέλασαν ἐπὶ μετοικεσίᾳ αὐτῆς. 8Ἁμαρτίαν ἥμαρτεν Ιερουσαλημ, διὰ τοῦτο εἰς σάλον ἐγένετο· πάντες οἱ δοξάζοντες αὐτὴν ἐταπείνωσαν αὐτήν, εἶδον γὰρ τὴν ἀσχημοσύνην αὐτῆς, καί γε αὐτὴ στενάζουσα καὶ ἀπεστράφη ὀπίσω. Ἀκαθαρσία αὐτῆς πρὸς ποδῶν αὐτῆς, οὐκ ἐμνήσθη ἔσχατα αὐτῆς· καὶ κατεβίβασεν ὑπέρογκα, οὐκ ἔστιν ὁ παρακαλῶν αὐτήν· ἰδέ, κύριε, τὴν ταπείνωσίν μου, ὅτι ἐμεγαλύνθη ἐχθρός. 10Χεῖρα αὐτοῦ ἐξεπέτασεν θλίβων ἐπὶ πάντα τὰ ἐπιθυμήματα αὐτῆς· εἶδεν γὰρ ἔθνη εἰσελθόντα εἰς τὸ ἁγίασμα αὐτῆς, ἃ ἐνετείλω μὴ εἰσελθεῖν αὐτὰ εἰς ἐκκλησίαν σου. 11Πᾶς ὁ λαὸς αὐτῆς καταστενάζοντες, ζητοῦντες ἄρτον, ἔδωκαν τὰ ἐπιθυμήματα αὐτῆς ἐν βρώσει τοῦ ἐπιστρέψαι ψυχήν· ἰδέ, κύριε, καὶ ἐπίβλεψον, ὅτι ἐγενήθην ἠτιμωμένη.

Lire Lamentations 1 en entier

Lamentations 1:9 mot à mot

טֻמְאָתָ֣הּ בְּשׁוּלֶ֗יהָ לֹ֤א זָֽכְרָה֙ אַחֲרִיתָ֔הּ וַתֵּ֣רֶד פְּלָאִ֔ים אֵ֥ין מְנַחֵ֖ם לָ֑הּ רְאֵ֤ה יְהוָה֙ אֶת־עָנְיִ֔י כִּ֥י הִגְדִּ֖יל אוֹיֵֽב׃ סLire en interlinéaire

Mots relevés dans la LSG.

Références croisées de Lamentations 1:9

Commentaires sur Lamentations 1:9

Thèmes liés à Lamentations 1:9

Dans les dictionnaires

Commentaires sur Lamentations 1

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org