Josué 24
LXX
Commentaires

Afficher dans le texte

Jusqu’à 5 commentaires à la fois. Chaque extrait s’ouvre en entier.

Septante (AT)

Josué 24:13

13καὶ ἔδωκεν ὑμῖν γῆν, ἐφ ἣν οὐκ ἐκοπιάσατε ἐπ αὐτῆς, καὶ πόλεις, ἃς οὐκ ᾠκοδομήσατε, καὶ κατῳκίσθητε ἐν αὐταῖς· καὶ ἀμπελῶνας καὶ ἐλαιῶνας, οὓς οὐκ ἐφυτεύσατε, ὑμεῖς ἔδεσθε.

Josué 24:13 dans d’autres versions

Contexte de Josué 24:13

11καὶ διέβητε τὸν Ιορδάνην καὶ παρεγενήθητε εἰς Ιεριχω· καὶ ἐπολέμησαν πρὸς ὑμᾶς οἱ κατοικοῦντες Ιεριχω, ὁ Αμορραῖος καὶ ὁ Χαναναῖος καὶ ὁ Φερεζαῖος καὶ ὁ Ευαῖος καὶ ὁ Ιεβουσαῖος καὶ ὁ Χετταῖος καὶ ὁ Γεργεσαῖος, καὶ παρέδωκεν αὐτοὺς κύριος εἰς τὰς χεῖρας ὑμῶν. 12καὶ ἐξαπέστειλεν προτέραν ὑμῶν τὴν σφηκιάν, καὶ ἐξέβαλεν αὐτοὺς ἀπὸ προσώπου ὑμῶν, δώδεκα βασιλεῖς τῶν Αμορραίων, οὐκ ἐν τῇ ῥομφαίᾳ σου οὐδὲ ἐν τῷ τόξῳ σου. καὶ ἔδωκεν ὑμῖν γῆν, ἐφ ἣν οὐκ ἐκοπιάσατε ἐπ αὐτῆς, καὶ πόλεις, ἃς οὐκ ᾠκοδομήσατε, καὶ κατῳκίσθητε ἐν αὐταῖς· καὶ ἀμπελῶνας καὶ ἐλαιῶνας, οὓς οὐκ ἐφυτεύσατε, ὑμεῖς ἔδεσθε. 14καὶ νῦν φοβήθητε κύριον καὶ λατρεύσατε αὐτῷ ἐν εὐθύτητι καὶ ἐν δικαιοσύνῃ καὶ περιέλεσθε τοὺς θεοὺς τοὺς ἀλλοτρίους, οἷς ἐλάτρευσαν οἱ πατέρες ὑμῶν ἐν τῷ πέραν τοῦ ποταμοῦ καὶ ἐν Αἰγύπτῳ, καὶ λατρεύετε κυρίῳ. 15εἰ δὲ μὴ ἀρέσκει ὑμῖν λατρεύειν κυρίῳ, ἕλεσθε ὑμῖν ἑαυτοῖς σήμερον, τίνι λατρεύσητε, εἴτε τοῖς θεοῖς τῶν πατέρων ὑμῶν τοῖς ἐν τῷ πέραν τοῦ ποταμοῦ, εἴτε τοῖς θεοῖς τῶν Αμορραίων, ἐν οἷς ὑμεῖς κατοικεῖτε ἐπὶ τῆς γῆς αὐτῶν· ἐγὼ δὲ καὶ ἡ οἰκία μου λατρεύσομεν κυρίῳ, ὅτι ἅγιός ἐστιν.

Lire Josué 24 en entier

Josué 24:13 mot à mot

וָאֶתֵּ֨ן לָכֶ֜ם אֶ֣רֶץ׀ אֲשֶׁ֧ר לֹֽא־יָגַ֣עְתָּ בָּ֗הּ וְעָרִים֙ אֲשֶׁ֣ר לֹא־בְנִיתֶ֔ם וַתֵּשְׁב֖וּ בָּהֶ֑ם כְּרָמִ֤ים וְזֵיתִים֙ אֲשֶׁ֣ר לֹֽא־נְטַעְתֶּ֔ם אַתֶּ֖ם אֹכְלִֽים׃Lire en interlinéaire

Mots relevés dans la LSG.

Références croisées de Josué 24:13

Commentaires sur Josué 24:13

Thèmes liés à Josué 24:13

Dans les dictionnaires

Commentaires sur Josué 24

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org