Job 6
LXX
Commentaires

Afficher dans le texte

Jusqu’à 5 commentaires à la fois. Chaque extrait s’ouvre en entier.

Septante (AT)

Job 6:2-10

2Εἰ γάρ τις ἱστῶν στήσαι μου τὴν ὀργήν, τὰς δὲ ὀδύνας μου ἄραι ἐν ζυγῷ ὁμοθυμαδόν,

3καὶ δὴ ἄμμου παραλίας βαρυτέρα ἔσται· ἀλλ ὡς ἔοικεν, τὰ ῥήματά μού ἐστιν φαῦλα.

4βέλη γὰρ κυρίου ἐν τῷ σώματί μού ἐστιν, ὧν ὁ θυμὸς αὐτῶν ἐκπίνει μου τὸ αἷμα· ὅταν ἄρξωμαι λαλεῖν, κεντοῦσί με.

5τί γάρ ; μὴ διὰ κενῆς κεκράξεται ὄνος ἄγριος, ἀλλ ἢ τὰ σῖτα ζητῶν ; εἰ δὲ καὶ ῥήξει φωνὴν βοῦς ἐπὶ φάτνης ἔχων τὰ βρώματα ;

6εἰ βρωθήσεται ἄρτος ἄνευ ἁλός ; εἰ δὲ καὶ ἔστιν γεῦμα ἐν ῥήμασιν κενοῖς ;

7οὐ δύναται γὰρ παύσασθαί μου ἡ ψυχή· βρόμον γὰρ ὁρῶ τὰ σῖτά μου ὥσπερ ὀσμὴν λέοντος.

8εἰ γὰρ δῴη, καὶ ἔλθοι μου ἡ αἴτησις, καὶ τὴν ἐλπίδα μου δῴη ὁ κύριος.

9ἀρξάμενος ὁ κύριος τρωσάτω με, εἰς τέλος δὲ μή με ἀνελέτω.

10εἴη δέ μου πόλις τάφος, ἐφ ἧς ἐπὶ τειχέων ἡλλόμην ἐπ αὐ τῆς, οὐ μὴ φείσωμαι· οὐ γὰρ ἐψευσάμην ῥήματα ἅγια θεοῦ μου.

Lire Job 6 en entier

Commentaires sur Job 6

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org