Septante (AT)
Job 37:1-12
1καὶ ταύτης ἐταράχθη ἡ καρδία μου καὶ ἀπερρύη ἐκ τοῦ τόπου αὐτῆς.
2ἄκουε ἀκοὴν ἐν ὀργῇ θυμοῦ κυρίου, καὶ μελέτη ἐκ στόματος αὐτοῦ ἐξελεύσεται.
3ὑποκάτω παντὸς τοῦ οὐρανοῦ ἀρχὴ αὐτοῦ, καὶ τὸ φῶς αὐτοῦ ἐπὶ πτερύγων τῆς γῆς.
4ὀπίσω αὐτοῦ βοήσεται φωνή, βροντήσει ἐν φωνῇ ὕβρεως αὐτοῦ, καὶ οὐκ ἀνταλλάξει αὐτούς, ὅτι ἀκούσει φωνὴν αὐτοῦ.
5βροντήσει ὁ ἰσχυρὸς ἐν φωνῇ αὐτοῦ θαυμάσια· ἐποίησεν γὰρ μεγάλα, ἃ οὐκ ᾔδειμεν,
6συντάσσων χιόνι Γίνου ἐπὶ τῆς γῆς· καὶ χειμὼν ὑετός, καὶ χειμὼν ὑετῶν δυναστείας αὐτοῦ.
7ἐν χειρὶ παντὸς ἀνθρώπου κατασφραγίζει, ἵνα γνῷ πᾶς ἄνθρωπος τὴν ἑαυτοῦ ἀσθένειαν.
8εἰσῆλθεν δὲ θηρία ὑπὸ σκέπην, ἡσύχασαν δὲ ἐπὶ κοίτης.
9ἐκ ταμιείων ἐπέρχονται δῖναι, ἀπὸ δὲ ἀκρωτηρίων ψῦχος.
10καὶ ἀπὸ πνοῆς ἰσχυροῦ δώσει πάγος, οἰακίζει δὲ τὸ ὕδωρ ὡς ἐὰν βούληται·
11καὶ ἐκλεκτὸν καταπλάσσει νεφέλη, διασκορπιεῖ νέφος φῶς αὐτοῦ.
12καὶ αὐτὸς κυκλώματα διαστρέψει ἐν θεεβουλαθω εἰς ἔργα αὐτῶν· πάντα, ὅσα ἂν ἐντείληται αὐτοῖς, ταῦτα συντέτακται παρ αὐτοῦ ἐπὶ τῆς γῆς,
Commentaires sur Job 37
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires