Septante (AT)
Job 22:1-11
1Ὑπολαβὼν δὲ Ελιφας ὁ Θαιμανίτης λέγει
2Πότερον οὐχὶ ὁ κύριός ἐστιν ὁ διδάσκων σύνεσιν καὶ ἐπιστήμην ;
3τί γὰρ μέλει τῷ κυρίῳ, ἐὰν σὺ ἦσθα τοῖς ἔργοις ἄμεμπτος ; ἢ ὠφέλεια ὅτι ἁπλώσῃς τὴν ὁδόν σου ;
4ἦ λόγον σου ποιούμενος ἐλέγξει σε καὶ συνεισελεύσεταί σοι εἰς κρίσιν ;
5πότερον οὐχ ἡ κακία σού ἐστιν πολλή, ἀναρίθμητοι δέ σού εἰσιν αἱ ἁμαρτίαι ;
6ἠνεχύραζες δὲ τοὺς ἀδελφούς σου διὰ κενῆς, ἀμφίασιν δὲ γυμνῶν ἀφείλου·
7οὐδὲ ὕδωρ διψῶντας ἐπότισας, ἀλλὰ πεινώντων ἐστέρησας ψωμόν·
8ἐθαύμασας δέ τινων πρόσωπον, ᾤκισας δὲ τοὺς ἐπὶ τῆς γῆς·
9χήρας δὲ ἐξαπέστειλας κενάς, ὀρφανοὺς δὲ ἐκάκωσας.
10τοιγαροῦν ἐκύκλωσάν σε παγίδες, καὶ ἐσπούδασέν σε πόλεμος ἐξαίσιος·
11τὸ φῶς σοι σκότος ἀπέβη, κοιμηθέντα δὲ ὕδωρ σε ἐκάλυψεν.
Commentaires sur Job 22
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires