Job 18
LXX
Commentaires

Afficher dans le texte

Jusqu’à 5 commentaires à la fois. Chaque extrait s’ouvre en entier.

Septante (AT)

Job 18:11-21

11κύκλῳ ὀλέσαισαν αὐτὸν ὀδύναι, πολλοὶ δὲ περὶ πόδας αὐτοῦ ἔλθοισαν ἐν λιμῷ στενῷ.

12πτῶμα δὲ αὐτῷ ἡτοίμασται ἐξαίσιον.

13βρωθείησαν αὐτοῦ κλῶνες ποδῶν, κατέδεται δὲ τὰ ὡραῖα αὐτοῦ θάνατος.

14ἐκραγείη δὲ ἐκ διαίτης αὐτοῦ ἴασις, σχοίη δὲ αὐτὸν ἀνάγκη αἰτίᾳ βασιλικῇ.

15κατασκηνώσει ἐν τῇ σκηνῇ αὐτοῦ ἐν νυκτὶ αὐτοῦ, κατασπαρήσονται τὰ εὐπρεπῆ αὐτοῦ θείῳ.

16ὑποκάτωθεν αἱ ῥίζαι αὐτοῦ ξηρανθήσονται, καὶ ἐπάνωθεν ἐπιπεσεῖται θερισμὸς αὐτοῦ.

17τὸ μνημόσυνον αὐτοῦ ἀπόλοιτο ἐκ γῆς, καὶ ὑπάρχει ὄνομα αὐτῷ ἐπὶ πρόσωπον ἐξωτέρω.

18ἀπώσειεν αὐτὸν ἐκ φωτὸς εἰς σκότος.

19οὐκ ἔσται ἐπίγνωστος ἐν λαῷ αὐτοῦ, οὐδὲ σεσῳσμένος ἐν τῇ ὑπ οὐρανὸν ὁ οἶκος αὐτοῦ, ἀλλ ἐν τοῖς αὐτοῦ ζήσονται ἕτεροι.

20ἐπ αὐτῷ ἐστέναξαν ἔσχατοι, πρώτους δὲ ἔσχεν θαῦμα.

21οὗτοί εἰσιν οἶκοι ἀδίκων, οὗτος δὲ ὁ τόπος τῶν μὴ εἰδότων τὸν κύριον.

Lire Job 18 en entier

Commentaires sur Job 18

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org