SBL NT. Grec (NT)
Philémon 1:8-14
8Διό, πολλὴν ἐν Χριστῷ παρρησίαν ἔχων ἐπιτάσσειν σοι τὸ ἀνῆκον,
9διὰ τὴν ἀγάπην μᾶλλον παρακαλῶ, τοιοῦτος ὢν ὡς Παῦλος πρεσβύτης νυνὶ δὲ καὶ δέσμιος ⸂Χριστοῦ Ἰησοῦ⸃—
10παρακαλῶ σε περὶ τοῦ ἐμοῦ τέκνου, ὃν ἐγέννησα ἐν τοῖς ⸀δεσμοῖς Ὀνήσιμον,
11τόν ποτέ σοι ἄχρηστον νυνὶ ⸀δὲ σοὶ καὶ ἐμοὶ εὔχρηστον,
12ὃν ἀνέπεμψά ⸂σοι αὐτόν, τοῦτ’ ἔστιν τὰ ἐμὰ σπλάγχνα⸃·
13ὃν ἐγὼ ἐβουλόμην πρὸς ἐμαυτὸν κατέχειν, ἵνα ὑπὲρ σοῦ ⸂μοι διακονῇ⸃ ἐν τοῖς δεσμοῖς τοῦ εὐαγγελίου,
14χωρὶς δὲ τῆς σῆς γνώμης οὐδὲν ἠθέλησα ποιῆσαι, ἵνα μὴ ὡς κατὰ ἀνάγκην τὸ ἀγαθόν σου ᾖ ἀλλὰ κατὰ ἑκούσιον·
Commentaires sur Philémon 1
SBL NT. Grec (NT) — © 2010 Society of Bible Litterature
Commentaires