SBL NT. Grec (NT)
Luc 22:10-17
10ὁ δὲ εἶπεν αὐτοῖς· Ἰδοὺ εἰσελθόντων ὑμῶν εἰς τὴν πόλιν συναντήσει ὑμῖν ἄνθρωπος κεράμιον ὕδατος βαστάζων· ἀκολουθήσατε αὐτῷ εἰς τὴν οἰκίαν ⸂εἰς ἣν⸃ εἰσπορεύεται.
11καὶ ἐρεῖτε τῷ οἰκοδεσπότῃ τῆς οἰκίας· Λέγει σοι ὁ διδάσκαλος· Ποῦ ἐστιν τὸ κατάλυμα ὅπου τὸ πάσχα μετὰ τῶν μαθητῶν μου φάγω;
12κἀκεῖνος ὑμῖν δείξει ἀνάγαιον μέγα ἐστρωμένον· ἐκεῖ ἑτοιμάσατε.
13ἀπελθόντες δὲ εὗρον καθὼς ⸀εἰρήκει αὐτοῖς, καὶ ἡτοίμασαν τὸ πάσχα.
14Καὶ ὅτε ἐγένετο ἡ ὥρα, ἀνέπεσεν καὶ ⸀οἱ ἀπόστολοι σὺν αὐτῷ.
15καὶ εἶπεν πρὸς αὐτούς· Ἐπιθυμίᾳ ἐπεθύμησα τοῦτο τὸ πάσχα φαγεῖν μεθ’ ὑμῶν πρὸ τοῦ με παθεῖν·
16λέγω γὰρ ὑμῖν ⸀ὅτι οὐ μὴ φάγω ⸀αὐτὸ ἕως ὅτου πληρωθῇ ἐν τῇ βασιλείᾳ τοῦ θεοῦ.
17καὶ δεξάμενος ποτήριον εὐχαριστήσας εἶπεν· Λάβετε τοῦτο καὶ διαμερίσατε ⸂εἰς ἑαυτούς⸃·
Commentaires sur Luc 22
SBL NT. Grec (NT) — © 2010 Society of Bible Litterature
Commentaires