SBL NT. Grec (NT)
Jacques 4:6-10
6μείζονα δὲ δίδωσιν χάριν· διὸ λέγει· Ὁ θεὸς ὑπερηφάνοις ἀντιτάσσεται ταπεινοῖς δὲ δίδωσιν χάριν.
7ὑποτάγητε οὖν τῷ θεῷ· ἀντίστητε δὲ τῷ διαβόλῳ, καὶ φεύξεται ἀφ’ ὑμῶν·
8ἐγγίσατε τῷ θεῷ, καὶ ⸀ἐγγιεῖ ὑμῖν. καθαρίσατε χεῖρας, ἁμαρτωλοί, καὶ ἁγνίσατε καρδίας, δίψυχοι.
9ταλαιπωρήσατε καὶ πενθήσατε καὶ κλαύσατε· ὁ γέλως ὑμῶν εἰς πένθος ⸀μετατραπήτω καὶ ἡ χαρὰ εἰς κατήφειαν·
10ταπεινώθητε ἐνώπιον ⸀κυρίου, καὶ ὑψώσει ὑμᾶς.
Commentaires sur Jacques 4
SBL NT. Grec (NT) — © 2010 Society of Bible Litterature
Commentaires