SBL NT. Grec (NT)
1 Thessaloniciens 5:15-22
15ὁρᾶτε μή τις κακὸν ἀντὶ κακοῦ τινι ἀποδῷ, ἀλλὰ πάντοτε τὸ ἀγαθὸν ⸀διώκετε εἰς ἀλλήλους καὶ εἰς πάντας.
16πάντοτε χαίρετε,
17ἀδιαλείπτως προσεύχεσθε,
18ἐν παντὶ εὐχαριστεῖτε· τοῦτο γὰρ θέλημα θεοῦ ἐν Χριστῷ Ἰησοῦ εἰς ὑμᾶς.
19τὸ πνεῦμα μὴ σβέννυτε,
20προφητείας μὴ ἐξουθενεῖτε·
21πάντα δὲ δοκιμάζετε, τὸ καλὸν κατέχετε,
22ἀπὸ παντὸς εἴδους πονηροῦ ἀπέχεσθε.
Commentaires sur 1 Thessaloniciens 5
SBL NT. Grec (NT) — © 2010 Society of Bible Litterature
Commentaires