SBL NT. Grec (NT)
1 Corinthiens 10:1-10
1Οὐ θέλω ⸀γὰρ ὑμᾶς ἀγνοεῖν, ἀδελφοί, ὅτι οἱ πατέρες ἡμῶν πάντες ὑπὸ τὴν νεφέλην ἦσαν καὶ πάντες διὰ τῆς θαλάσσης διῆλθον,
2καὶ πάντες εἰς τὸν Μωϋσῆν ⸀ἐβαπτίσαντο ἐν τῇ νεφέλῃ καὶ ἐν τῇ θαλάσσῃ,
3καὶ πάντες τὸ αὐτὸ ⸂πνευματικὸν βρῶμα⸃ ἔφαγον
4καὶ πάντες τὸ αὐτὸ ⸂πνευματικὸν ἔπιον πόμα⸃, ἔπινον γὰρ ἐκ πνευματικῆς ἀκολουθούσης πέτρας, ἡ ⸂πέτρα δὲ⸃ ἦν ὁ Χριστός·
5ἀλλ’ οὐκ ἐν τοῖς πλείοσιν αὐτῶν ηὐδόκησεν ὁ θεός, κατεστρώθησαν γὰρ ἐν τῇ ἐρήμῳ.
6Ταῦτα δὲ τύποι ἡμῶν ἐγενήθησαν, εἰς τὸ μὴ εἶναι ἡμᾶς ἐπιθυμητὰς κακῶν, καθὼς κἀκεῖνοι ἐπεθύμησαν.
7μηδὲ εἰδωλολάτραι γίνεσθε, καθώς τινες αὐτῶν· ὥσπερ γέγραπται· Ἐκάθισεν ὁ λαὸς φαγεῖν καὶ πεῖν, καὶ ἀνέστησαν παίζειν.
8μηδὲ πορνεύωμεν, καθώς τινες αὐτῶν ἐπόρνευσαν, καὶ ἔπεσαν μιᾷ ἡμέρᾳ εἴκοσι τρεῖς χιλιάδες.
9μηδὲ ἐκπειράζωμεν τὸν ⸀Χριστόν, ⸀καθώς τινες αὐτῶν ἐπείρασαν, καὶ ὑπὸ τῶν ὄφεων ⸀ἀπώλλυντο.
10μηδὲ γογγύζετε, ⸀καθάπερ τινὲς αὐτῶν ἐγόγγυσαν, καὶ ἀπώλοντο ὑπὸ τοῦ ὀλοθρευτοῦ.
Commentaires sur 1 Corinthiens 10
SBL NT. Grec (NT) — © 2010 Society of Bible Litterature
Commentaires