Septante (AT)
Psaumes 80:8-15
8Ἐν θλίψει ἐπεκαλέσω με, καὶ ἐρρυσάμην σε· ἐπήκουσά σου ἐν ἀποκρύφῳ καταιγίδος, ἐδοκίμασά σε ἐπὶ ὕδατος ἀντιλογίας. διάψαλμα.
9ἄκουσον, λαός μου, καὶ διαμαρτύρομαί σοι· Ισραηλ, ἐὰν ἀκούσῃς μου,
10οὐκ ἔσται ἐν σοὶ θεὸς πρόσφατος, οὐδὲ προσκυνήσεις θεῷ ἀλλοτρίῳ·
11ἐγὼ γάρ εἰμι κύριος ὁ θεός σου ὁ ἀναγαγών σε ἐκ γῆς Αἰγύπτου· πλάτυνον τὸ στόμα σου, καὶ πληρώσω αὐτό.
12καὶ οὐκ ἤκουσεν ὁ λαός μου τῆς φωνῆς μου, καὶ Ισραηλ οὐ προσέσχεν μοι·
13καὶ ἐξαπέστειλα αὐτοὺς κατὰ τὰ ἐπιτηδεύματα τῶν καρδιῶν αὐτῶν, πορεύσονται ἐν τοῖς ἐπιτηδεύμασιν αὐτῶν.
14εἰ ὁ λαός μου ἤκουσέν μου, Ισραηλ ταῖς ὁδοῖς μου εἰ ἐπορεύθη,
15ἐν τῷ μηδενὶ ἂν τοὺς ἐχθροὺς αὐτῶν ἐταπείνωσα καὶ ἐπὶ τοὺς θλίβοντας αὐτοὺς ἐπέβαλον τὴν χεῖρά μου.
Commentaires sur Psaumes 80
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires