Psaumes 48
LXX
Commentaires

Afficher dans le texte

Jusqu’à 5 commentaires à la fois. Chaque extrait s’ouvre en entier.

Septante (AT)

Psaumes 48:1-8

1Εἰς τὸ τέλος· τοῖς υἱοῖς Κορε ψαλμός.

2Ἀκούσατε ταῦτα, πάντα τὰ ἔθνη, ἐνωτίσασθε, πάντες οἱ κατοικοῦντες τὴν οἰκουμένην,

3οἵ τε γηγενεῖς καὶ οἱ υἱοὶ τῶν ἀνθρώπων, ἐπὶ τὸ αὐτὸ πλούσιος καὶ πένης.

4τὸ στόμα μου λαλήσει σοφίαν καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν·

5κλινῶ εἰς παραβολὴν τὸ οὖς μου, ἀνοίξω ἐν ψαλτηρίῳ τὸ πρόβλημά μου.

6ἵνα τί φοβοῦμαι ἐν ἡμέρᾳ πονηρᾷ ; ἡ ἀνομία τῆς πτέρνης μου κυκλώσει με.

7οἱ πεποιθότες ἐπὶ τῇ δυνάμει αὐτῶν καὶ ἐπὶ τῷ πλήθει τοῦ πλούτου αὐτῶν καυχώμενοι,

8ἀδελφὸς οὐ λυτροῦται· λυτρώσεται ἄνθρωπος ; οὐ δώσει τῷ θεῷ ἐξίλασμα αὐτοῦ

Lire Psaumes 48 en entier

Commentaires sur Psaumes 48

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org