Septante (AT)
Psaumes 118:19-23
19πάροικος ἐγώ εἰμι ἐν τῇ γῇ· μὴ ἀποκρύψῃς ἀπ ἐμοῦ τὰς ἐντολάς σου.
20ἐπεπόθησεν ἡ ψυχή μου τοῦ ἐπιθυμῆσαι τὰ κρίματά σου ἐν παντὶ καιρῷ.
21ἐπετίμησας ὑπερηφάνοις· ἐπικατάρατοι οἱ ἐκκλίνοντες ἀπὸ τῶν ἐντολῶν σου.
22περίελε ἀπ ἐμοῦ ὄνειδος καὶ ἐξουδένωσιν, ὅτι τὰ μαρτύριά σου ἐξεζήτησα.
23καὶ γὰρ ἐκάθισαν ἄρχοντες καὶ κατ ἐμοῦ κατελάλουν, ὁ δὲ δοῦλός σου ἠδολέσχει ἐν τοῖς δικαιώμασίν σου.
Commentaires sur Psaumes 118
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires