Septante (AT)
Proverbes 22:24-27
24μὴ ἴσθι ἑταῖρος ἀνδρὶ θυμώδει, φίλῳ δὲ ὀργίλῳ μὴ συναυλίζου,
25μήποτε μάθῃς τῶν ὁδῶν αὐτοῦ καὶ λάβῃς βρόχους τῇ σῇ ψυχῇ.
26μὴ δίδου σεαυτὸν εἰς ἐγγύην αἰσχυνόμενος πρόσωπον·
27ἐὰν γὰρ μὴ ἔχῃς πόθεν ἀποτείσῃς, λήμψονται τὸ στρῶμα τὸ ὑπὸ τὰς πλευράς σου.
Commentaires sur Proverbes 22
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires