Septante (AT)
Nombres 26:51-62
51Αὕτη ἡ ἐπίσκεψις υἱῶν Ισραηλ, ἑξακόσιαι χιλιάδες καὶ χίλιοι καὶ ἑπτακόσιοι καὶ τριάκοντα.
52Καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων
53Τούτοις μερισθήσεται ἡ γῆ κληρονομεῖν ἐξ ἀριθμοῦ ὀνομάτων·
54τοῖς πλείοσιν πλεονάσεις τὴν κληρονομίαν καὶ τοῖς ἐλάττοσιν ἐλαττώσεις τὴν κληρονομίαν αὐτῶν· ἑκάστῳ καθὼς ἐπεσκέπησαν δοθήσεται ἡ κληρονομία αὐτῶν.
55διὰ κλήρων μερισθήσεται ἡ γῆ· τοῖς ὀνόμασιν κατὰ φυλὰς πατριῶν αὐτῶν κληρονομήσουσιν·
56ἐκ τοῦ κλήρου μεριεῖς τὴν κληρονομίαν αὐτῶν ἀνὰ μέσον πολλῶν καὶ ὀλίγων.
57Καὶ υἱοὶ Λευι κατὰ δήμους αὐτῶν· τῷ Γεδσων δῆμος ὁ Γεδσωνι· τῷ Κααθ δῆμος ὁ Κααθι· τῷ Μεραρι δῆμος ὁ Μεραρι.
58οὗτοι δῆμοι υἱῶν Λευι· δῆμος ὁ Λοβενι, δῆμος ὁ Χεβρωνι, δῆμος ὁ Κορε καὶ δῆμος ὁ Μουσι. καὶ Κααθ ἐγέννησεν τὸν Αμραμ.
59καὶ τὸ ὄνομα τῆς γυναικὸς αὐτοῦ Ιωχαβεδ θυγάτηρ Λευι, ἣ ἔτεκεν τούτους τῷ Λευι ἐν Αἰγύπτῳ· καὶ ἔτεκεν τῷ Αμραμ τὸν Ααρων καὶ Μωυσῆν καὶ Μαριαμ τὴν ἀδελφὴν αὐτῶν.
60καὶ ἐγεννήθησαν τῷ Ααρων ὅ τε Ναδαβ καὶ Αβιουδ καὶ Ελεαζαρ καὶ Ιθαμαρ.
61καὶ ἀπέθανεν Ναδαβ καὶ Αβιουδ ἐν τῷ προσφέρειν αὐτοὺς πῦρ ἀλλότριον ἔναντι κυρίου ἐν τῇ ἐρήμῳ Σινα.
62καὶ ἐγενήθησαν ἐξ ἐπισκέψεως αὐτῶν τρεῖς καὶ εἴκοσι χιλιάδες, πᾶν ἀρσενικὸν ἀπὸ μηνιαίου καὶ ἐπάνω· οὐ γὰρ συνεπεσκέπησαν ἐν μέσῳ υἱῶν Ισραηλ, ὅτι οὐ δίδοται αὐτοῖς κλῆρος ἐν μέσῳ υἱῶν Ισραηλ.
Commentaires sur Nombres 26
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires