Septante (AT)
Juges 9:30-57
30καὶ ἤκουσεν Ζεβουλ ὁ ἄρχων τῆς πόλεως τοὺς λόγους Γααλ υἱοῦ Αβεδ καὶ ἐθυμώθη ὀργῇ.
31καὶ ἀπέστειλεν ἀγγέλους πρὸς Αβιμελεχ μετὰ δώρων λέγων Ἰδοὺ Γααλ υἱὸς Αβεδ καὶ οἱ ἀδελφοὶ αὐτοῦ παραγεγόνασιν εἰς Σικιμα, καὶ οἵδε πολιορκοῦσιν τὴν πόλιν ἐπὶ σέ·
32καὶ νῦν ἀνάστηθι νυκτὸς σὺ καὶ ὁ λαὸς ὁ μετὰ σοῦ καὶ ἐνέδρευσον ἐν τῷ ἀγρῷ,
33καὶ ἔσται τὸ πρωὶ ἅμα τῷ ἀνατεῖλαι τὸν ἥλιον καὶ ὀρθρίσεις καὶ ἐκτενεῖς ἐπὶ τὴν πόλιν, καὶ ἰδοὺ αὐτὸς καὶ ὁ λαὸς ὁ μετ αὐτοῦ ἐκπορεύονται πρὸς σέ, καὶ ποιήσεις αὐτῷ καθάπερ ἐὰν εὕρῃ ἡ χείρ σου.
34καὶ ἀνέστη Αβιμελεχ καὶ πᾶς ὁ λαὸς ὁ μετ αὐτοῦ νυκτὸς καὶ ἐνήδρευσαν ἐπὶ Σικιμα τέσσαρας ἀρχάς.
35καὶ ἐγένετο πρωὶ καὶ ἐξῆλθεν Γααλ υἱὸς Αβεδ καὶ ἔστη πρὸς τῇ θύρᾳ τῆς πύλης τῆς πόλεως, καὶ ἀνέστη Αβιμελεχ καὶ ὁ λαὸς ὁ μετ αὐτοῦ ἐκ τῶν ἐνέδρων.
36καὶ εἶδεν Γααλ υἱὸς Αβεδ τὸν λαὸν καὶ εἶπεν πρὸς Ζεβουλ Ἰδοὺ λαὸς καταβαίνων ἀπὸ τῶν κορυφῶν τῶν ὀρέων. καὶ εἶπεν πρὸς αὐτὸν Ζεβουλ Τὴν σκιὰν τῶν ὀρέων σὺ ὁρᾷς ὡς ἄνδρας.
37καὶ προσέθετο ἔτι Γααλ τοῦ λαλῆσαι καὶ εἶπεν Ἰδοὺ λαὸς καταβαίνων κατὰ θάλασσαν ἀπὸ τοῦ ἐχόμενα τοῦ ὀμφαλοῦ τῆς γῆς, καὶ ἀρχὴ μία παραγίνεται ἀπὸ ὁδοῦ δρυὸς ἀποβλεπόντων.
38καὶ εἶπεν πρὸς αὐτὸν Ζεβουλ Ποῦ ἐστιν νῦν τὸ στόμα σου τὸ λέγον Τίς ἐστιν Αβιμελεχ, ὅτι δουλεύσομεν αὐτῷ ; οὐκ ἰδοὺ οὗτός ἐστιν ὁ λαός, ὃν ἐξουδένωσας ; ἔξελθε νῦν καὶ πολέμει πρὸς αὐτόν.
39καὶ ἐξῆλθεν Γααλ ἀπὸ προσώπου τῶν ἀνδρῶν Σικιμων καὶ ἐπολέμησεν ἐν Αβιμελεχ.
40καὶ κατεδίωξεν αὐτὸν Αβιμελεχ, καὶ ἔφυγεν ἀπὸ προσώπου αὐτοῦ· καὶ ἔπεσον τραυματίαι πολλοὶ ἕως θυρῶν τῆς πόλεως.
41καὶ ἐκάθισεν Αβιμελεχ ἐν Αριμα· καὶ ἐξέβαλεν Ζεβουλ τὸν Γααλ καὶ τοὺς ἀδελφοὺς αὐτοῦ τοῦ μὴ οἰκεῖν ἐν Σικιμοις.
42καὶ ἐγενήθη τῇ ἐπαύριον καὶ ἐξῆλθεν ὁ λαὸς εἰς τὸ πεδίον, καὶ ἀπηγγέλη τῷ Αβιμελεχ.
43καὶ παρέλαβεν τὸν λαὸν καὶ διεῖλεν αὐτὸν τρεῖς ἀρχὰς καὶ ἐνήδρευσεν ἐν αὐτῷ· καὶ εἶδεν καὶ ἰδοὺ λαὸς ἐξῆλθεν ἐκ τῆς πόλεως, καὶ ἐπανέστη αὐτοῖς καὶ ἐπάταξεν αὐτούς.
44καὶ Αβιμελεχ καὶ αἱ ἀρχαὶ αἱ μετ αὐτοῦ ἐξετάθησαν καὶ ἔστησαν παρὰ τὴν πύλην τῆς πόλεως, καὶ αἱ δύο ἀρχαὶ ἐξεχύθησαν ἐπὶ πάντας τοὺς ἐν τῷ ἀγρῷ, καὶ ἐπάταξεν αὐτούς.
45καὶ Αβιμελεχ ἐπολέμει ἐν τῇ πόλει ὅλην τὴν ἡμέραν ἐκείνην, καὶ κατελάβοντο τὴν πόλιν, καὶ τὸν λαὸν τὸν ἐν αὐτῇ ἀνεῖλεν καὶ τὴν πόλιν καθεῖλεν καὶ ἔσπειρεν αὐτὴν ἅλας.
46καὶ ἤκουσαν πάντες οἱ ἄνδρες πύργου Σικιμων καὶ εἰσῆλθον εἰς τὸ ὀχύρωμα οἴκου τοῦ Βααλ διαθήκης.
47καὶ ἀπηγγέλη τῷ Αβιμελεχ ὅτι συνήχθησαν πάντες οἱ ἄνδρες τοῦ πύργου Σικιμων.
48καὶ ἀνέβη Αβιμελεχ εἰς ὄρος Σελμων, αὐτὸς καὶ πᾶς ὁ λαὸς ὁ μετ αὐτοῦ, καὶ ἔλαβεν Αβιμελεχ ἀξίνην ἐν τῇ χειρὶ αὐτοῦ καὶ ἔκοψεν φορτίον ξύλων καὶ ἔλαβεν αὐτὸ καὶ ἐπέθηκεν ἐπὶ τοὺς ὤμους αὐτοῦ καὶ εἶπεν πρὸς τὸν λαὸν τὸν μετ αὐτοῦ Τί εἴδετέ με ποιοῦντα, ταχέως ποιήσατε ὡς καὶ ἐγώ.
49καὶ ἔκοψαν καὶ αὐτοὶ ἕκαστος φορτίον καὶ ἦραν καὶ ἐπορεύθησαν ὀπίσω Αβιμελεχ καὶ ἐπέθηκαν ἐπὶ τὸ ὀχύρωμα καὶ ἐνέπρησαν ἐπ αὐτοὺς τὸ ὀχύρωμα ἐν πυρί, καὶ ἀπέθανον πάντες οἱ ἄνδρες πύργου Σικιμων ὡσεὶ χίλιοι ἄνδρες καὶ γυναῖκες.
50Καὶ ἐπορεύθη Αβιμελεχ εἰς Θεβες καὶ περιεκάθισεν ἐπ αὐτὴν καὶ προκατελάβετο αὐτήν.
51καὶ πύργος ἦν ὀχυρὸς ἐν μέσῳ τῆς πόλεως, καὶ ἔφυγον ἐκεῖ πάντες οἱ ἄνδρες καὶ αἱ γυναῖκες καὶ πάντες οἱ ἡγούμενοι τῆς πόλεως καὶ ἀπέκλεισαν ἐφ ἑαυτοὺς καὶ ἀνέβησαν ἐπὶ τὸ δῶμα τοῦ πύργου.
52καὶ ἦλθεν Αβιμελεχ ἕως τοῦ πύργου, καὶ ἐξεπολέμησαν αὐτόν· καὶ ἤγγισεν Αβιμελεχ ἕως τῆς θύρας τοῦ πύργου ἐμπρῆσαι αὐτὸν ἐν πυρί.
53καὶ ἔρριψεν γυνὴ μία κλάσμα μύλου ἐπὶ τὴν κεφαλὴν Αβιμελεχ καὶ συνέθλασεν τὸ κρανίον αὐτοῦ.
54καὶ ἐβόησεν τὸ τάχος πρὸς τὸ παιδάριον τὸν αἴροντα τὰ σκεύη αὐτοῦ καὶ εἶπεν αὐτῷ Σπάσαι τὴν μάχαιράν σου καὶ θανάτωσόν με, μήποτε εἴπωσιν Γυνὴ ἀπέκτεινεν αὐτόν. καὶ ἐξεκέντησεν αὐτὸν τὸ παιδάριον αὐτοῦ, καὶ ἀπέθανεν Αβιμελεχ.
55καὶ εἶδεν ἀνὴρ Ισραηλ ὅτι ἀπέθανεν Αβιμελεχ, καὶ ἀπῆλθον ἀνὴρ εἰς τὸν τόπον αὐτοῦ.
56καὶ ἀπέστρεψεν ὁ θεὸς τὴν κακίαν Αβιμελεχ, ἣν ἐποίησεν τῷ πατρὶ αὐτοῦ ἀποκτεῖναι τοὺς ἑβδομήκοντα ἀδελφοὺς αὐτοῦ.
57καὶ πᾶσαν κακίαν ἀνδρῶν Σικιμων ἐπέστρεψεν ὁ θεὸς εἰς τὴν κεφαλὴν αὐτῶν, καὶ ἐπῆλθεν ἐπ αὐτοὺς ἡ κατάρα Ιωαθαμ τοῦ υἱοῦ Ιεροβααλ.
Commentaires sur Juges 9
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires