Josué 22
LXX
Commentaires

Afficher dans le texte

Jusqu’à 5 commentaires à la fois. Chaque extrait s’ouvre en entier.

Septante (AT)

Josué 22:26

26καὶ εἴπαμεν ποιῆσαι οὕτως τοῦ οἰκοδομῆσαι τὸν βωμὸν τοῦτον οὐχ ἕνεκεν καρπωμάτων οὐδὲ ἕνεκεν θυσιῶν,

Josué 22:26 dans d’autres versions

Contexte de Josué 22:26

24ἀλλ ἕνεκεν εὐλαβείας ῥήματος ἐποιήσαμεν τοῦτο λέγοντες Ἵνα μὴ εἴπωσιν αὔριον τὰ τέκνα ὑμῶν τοῖς τέκνοις ἡμῶν Τί ὑμῖν κυρίῳ τῷ θεῷ Ισραηλ ; 25καὶ ὅρια ἔθηκεν κύριος ἀνὰ μέσον ἡμῶν καὶ ὑμῶν τὸν Ιορδάνην, καὶ οὐκ ἔστιν ὑμῖν μερὶς κυρίου. καὶ ἀπαλλοτριώσουσιν οἱ υἱοὶ ὑμῶν τοὺς υἱοὺς ἡμῶν, ἵνα μὴ σέβωνται κύριον. καὶ εἴπαμεν ποιῆσαι οὕτως τοῦ οἰκοδομῆσαι τὸν βωμὸν τοῦτον οὐχ ἕνεκεν καρπωμάτων οὐδὲ ἕνεκεν θυσιῶν, 27ἀλλ ἵνα ᾖ τοῦτο μαρτύριον ἀνὰ μέσον ἡμῶν καὶ ὑμῶν καὶ ἀνὰ μέσον τῶν γενεῶν ἡμῶν μεθ ἡμᾶς τοῦ λατρεύειν λατρείαν κυρίῳ ἐναντίον αὐτοῦ ἐν τοῖς καρπώμασιν ἡμῶν καὶ ἐν ταῖς θυσίαις ἡμῶν καὶ ἐν ταῖς θυσίαις τῶν σωτηρίων ἡμῶν· καὶ οὐκ ἐροῦσιν τὰ τέκνα ὑμῶν τοῖς τέκνοις ἡμῶν αὔριον Οὐκ ἔστιν ὑμῖν μερὶς κυρίου. 28καὶ εἴπαμεν Ἐὰν γένηταί ποτε καὶ λαλήσωσιν πρὸς ἡμᾶς καὶ ταῖς γενεαῖς ἡμῶν αὔριον, καὶ ἐροῦσιν Ἴδετε ὁμοίωμα τοῦ θυσιαστηρίου κυρίου, ὃ ἐποίησαν οἱ πατέρες ἡμῶν οὐχ ἕνεκεν καρπωμάτων οὐδὲ ἕνεκεν θυσιῶν, ἀλλὰ μαρτύριόν ἐστιν ἀνὰ μέσον ὑμῶν καὶ ἀνὰ μέσον ἡμῶν καὶ ἀνὰ μέσον τῶν υἱῶν ἡμῶν.

Lire Josué 22 en entier

Josué 22:26 mot à mot

וַנֹּ֕אמֶר נַעֲשֶׂה־נָּ֣א לָ֔נוּ לִבְנ֖וֹת אֶת־הַמִּזְבֵּ֑חַ לֹ֥א לְעוֹלָ֖ה וְלֹ֥א לְזָֽבַח׃Lire en interlinéaire

Mots relevés dans la LSG.

Commentaires sur Josué 22:26

Thèmes liés à Josué 22:26

Dans les dictionnaires

Commentaires sur Josué 22

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org