Job 6
LXX
Commentaires

Afficher dans le texte

Jusqu’à 5 commentaires à la fois. Chaque extrait s’ouvre en entier.

Septante (AT)

Job 6:2-7

2Εἰ γάρ τις ἱστῶν στήσαι μου τὴν ὀργήν, τὰς δὲ ὀδύνας μου ἄραι ἐν ζυγῷ ὁμοθυμαδόν,

3καὶ δὴ ἄμμου παραλίας βαρυτέρα ἔσται· ἀλλ ὡς ἔοικεν, τὰ ῥήματά μού ἐστιν φαῦλα.

4βέλη γὰρ κυρίου ἐν τῷ σώματί μού ἐστιν, ὧν ὁ θυμὸς αὐτῶν ἐκπίνει μου τὸ αἷμα· ὅταν ἄρξωμαι λαλεῖν, κεντοῦσί με.

5τί γάρ ; μὴ διὰ κενῆς κεκράξεται ὄνος ἄγριος, ἀλλ ἢ τὰ σῖτα ζητῶν ; εἰ δὲ καὶ ῥήξει φωνὴν βοῦς ἐπὶ φάτνης ἔχων τὰ βρώματα ;

6εἰ βρωθήσεται ἄρτος ἄνευ ἁλός ; εἰ δὲ καὶ ἔστιν γεῦμα ἐν ῥήμασιν κενοῖς ;

7οὐ δύναται γὰρ παύσασθαί μου ἡ ψυχή· βρόμον γὰρ ὁρῶ τὰ σῖτά μου ὥσπερ ὀσμὴν λέοντος.

Lire Job 6 en entier

Commentaires sur Job 6

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org