Septante (AT)
Job 4:12-16
12εἰ δέ τι ῥῆμα ἀληθινὸν ἐγεγόνει ἐν λόγοις σου, οὐθὲν ἄν σοι τούτων κακὸν ἀπήντησεν. πότερον οὐ δέξεταί μου τὸ οὖς ἐξαίσια παρ αὐτοῦ ;
13φόβοι δὲ καὶ ἠχὼ νυκτερινή, ἐπιπίπτων φόβος ἐπ ἀνθρώπους,
14φρίκη δέ μοι συνήντησεν καὶ τρόμος καὶ μεγάλως μου τὰ ὀστᾶ συνέσεισεν,
15καὶ πνεῦμα ἐπὶ πρόσωπόν μου ἐπῆλθεν, ἔφριξαν δέ μου τρίχες καὶ σάρκες.
16ἀνέστην, καὶ οὐκ ἐπέγνων· εἶδον, καὶ οὐκ ἦν μορφὴ πρὸ ὀφθαλμῶν μου, ἀλλ ἢ αὔραν καὶ φωνὴν ἤκουον
Commentaires sur Job 4
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires