Septante (AT)
Job 38:4-11
4ποῦ ἦς ἐν τῷ θεμελιοῦν με τὴν γῆν ; ἀπάγγειλον δέ μοι, εἰ ἐπίστῃ σύνεσιν.
5τίς ἔθετο τὰ μέτρα αὐτῆς, εἰ οἶδας ; ἢ τίς ὁ ἐπαγαγὼν σπαρτίον ἐπ αὐτῆς ;
6ἐπὶ τίνος οἱ κρίκοι αὐτῆς πεπήγασιν ; τίς δέ ἐστιν ὁ βαλὼν λίθον γωνιαῖον ἐπ αὐτῆς ;
7ὅτε ἐγενήθησαν ἄστρα, ᾔνεσάν με φωνῇ μεγάλῃ πάντες ἄγγελοί μου.
8ἔφραξα δὲ θάλασσαν πύλαις, ὅτε ἐμαίμασσεν ἐκ κοιλίας μητρὸς αὐτῆς ἐκπορευομένη·
9ἐθέμην δὲ αὐτῇ νέφος ἀμφίασιν, ὁμίχλῃ δὲ αὐτὴν ἐσπαργάνωσα·
10ἐθέμην δὲ αὐτῇ ὅρια περιθεὶς κλεῖθρα καὶ πύλας·
11εἶπα δὲ αὐτῇ Μέχρι τούτου ἐλεύσῃ καὶ οὐχ ὑπερβήσῃ, ἀλλ ἐν σεαυτῇ συντριβήσεταί σου τὰ κύματα.
Commentaires sur Job 38
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires