Septante (AT)
Job 37:14-20
14ἐνωτίζου ταῦτα, Ιωβ· στῆθι νουθετοῦ δύναμιν κυρίου.
15οἴδαμεν ὅτι ὁ θεὸς ἔθετο ἔργα αὐτοῦ φῶς ποιήσας ἐκ σκότους.
16ἐπίσταται δὲ διάκρισιν νεφῶν, ἐξαίσια δὲ πτώματα πονηρῶν.
17σοῦ δὲ ἡ στολὴ θερμή· ἡσυχάζεται δὲ ἐπὶ τῆς γῆς.
18στερεώσεις μετ αὐτοῦ εἰς παλαιώματα, ἰσχυραὶ ὡς ὅρασις ἐπιχύσεως.
19διὰ τί ; δίδαξόν με τί ἐροῦμεν αὐτῷ· καὶ παυσώμεθα πολλὰ λέγοντες.
20μὴ βίβλος ἢ γραμματεύς μοι παρέστηκεν, ἵνα ἄνθρωπον ἑστηκὼς κατασιωπήσω ;
Commentaires sur Job 37
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires