Septante (AT)
Job 3:3-10
3Ἀπόλοιτο ἡ ἡμέρα, ἐν ᾗ ἐγεννήθην, καὶ ἡ νύξ, ἐν ᾗ εἶπαν Ἰδοὺ ἄρσεν.
4ἡ ἡμέρα ἐκείνη εἴη σκότος, καὶ μὴ ἀναζητήσαι αὐτὴν ὁ κύριος ἄνωθεν, μηδὲ ἔλθοι εἰς αὐτὴν φέγγος·
5ἐκλάβοι δὲ αὐτὴν σκότος καὶ σκιὰ θανάτου, ἐπέλθοι ἐπ αὐτὴν γνόφος.
6καταραθείη ἡ ἡμέρα καὶ ἡ νὺξ ἐκείνη, ἀπενέγκαιτο αὐτὴν σκότος· μὴ εἴη εἰς ἡμέρας ἐνιαυτοῦ μηδὲ ἀριθμηθείη εἰς ἡμέρας μηνῶν·
7ἀλλὰ ἡ νὺξ ἐκείνη εἴη ὀδύνη, καὶ μὴ ἔλθοι ἐπ αὐτὴν εὐφροσύνη μηδὲ χαρμονή·
8ἀλλὰ καταράσαιτο αὐτὴν ὁ καταρώμενος τὴν ἡμέραν ἐκείνην ὁ μέλλων τὸ μέγα κῆτος χειρώσασθαι.
9σκοτωθείη τὰ ἄστρα τῆς νυκτὸς ἐκείνης, ὑπομείναι καὶ εἰς φωτισμὸν μὴ ἔλθοι καὶ μὴ ἴδοι ἑωσφόρον ἀνατέλλοντα,
10ὅτι οὐ συνέκλεισεν πύλας γαστρὸς μητρός μου· ἀπήλλαξεν γὰρ ἂν πόνον ἀπὸ ὀφθαλμῶν μου.
Commentaires sur Job 3
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires