Septante (AT)
Job 3:1-6
1Μετὰ τοῦτο ἤνοιξεν Ιωβ τὸ στόμα αὐτοῦ
2καὶ κατηράσατο τὴν ἡμέραν αὐτοῦ λέγων
3Ἀπόλοιτο ἡ ἡμέρα, ἐν ᾗ ἐγεννήθην, καὶ ἡ νύξ, ἐν ᾗ εἶπαν Ἰδοὺ ἄρσεν.
4ἡ ἡμέρα ἐκείνη εἴη σκότος, καὶ μὴ ἀναζητήσαι αὐτὴν ὁ κύριος ἄνωθεν, μηδὲ ἔλθοι εἰς αὐτὴν φέγγος·
5ἐκλάβοι δὲ αὐτὴν σκότος καὶ σκιὰ θανάτου, ἐπέλθοι ἐπ αὐτὴν γνόφος.
6καταραθείη ἡ ἡμέρα καὶ ἡ νὺξ ἐκείνη, ἀπενέγκαιτο αὐτὴν σκότος· μὴ εἴη εἰς ἡμέρας ἐνιαυτοῦ μηδὲ ἀριθμηθείη εἰς ἡμέρας μηνῶν·
Commentaires sur Job 3
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires