Job 27
LXX
Commentaires

Afficher dans le texte

Jusqu’à 5 commentaires à la fois. Chaque extrait s’ouvre en entier.

Septante (AT)

Job 27:13-23

13αὕτη ἡ μερὶς ἀνθρώπου ἀσεβοῦς παρὰ κυρίου, κτῆμα δὲ δυναστῶν ἐλεύσεται παρὰ παντοκράτορος ἐπ αὐτούς.

14ἐὰν δὲ πολλοὶ γένωνται οἱ υἱοὶ αὐτοῦ, εἰς σφαγὴν ἔσονται· ἐὰν δὲ καὶ ἀνδρωθῶσιν, προσαιτήσουσιν·

15οἱ δὲ περιόντες αὐτοῦ ἐν θανάτῳ τελευτήσουσιν, χήρας δὲ αὐτῶν οὐθεὶς ἐλεήσει.

16ἐὰν συναγάγῃ ὥσπερ γῆν ἀργύριον, ἴσα δὲ πηλῷ ἑτοιμάσῃ χρυσίον,

17ταῦτα πάντα δίκαιοι περιποιήσονται, τὰ δὲ χρήματα αὐτοῦ ἀληθινοὶ καθέξουσιν.

18ἀπέβη δὲ ὁ οἶκος αὐτοῦ ὥσπερ σῆτες καὶ ὥσπερ ἀράχνη.

19πλούσιος κοιμηθεὶς καὶ οὐ προσθήσει, ὀφθαλμοὺς αὐτοῦ διήνοιξεν καὶ οὐκ ἔστιν.

20συνήντησαν αὐτῷ ὥσπερ ὕδωρ αἱ ὀδύναι, νυκτὶ δὲ ὑφείλατο αὐτὸν γνόφος·

21ἀναλήμψεται αὐτὸν καύσων καὶ ἀπελεύσεται καὶ λικμήσει αὐτὸν ἐκ τοῦ τόπου αὐτοῦ.

22καὶ ἐπιρρίψει ἐπ αὐτὸν καὶ οὐ φείσεται· ἐκ χειρὸς αὐτοῦ φυγῇ φεύξεται·

23κροτήσει ἐπ αὐτοῦ χεῖρας αὐτοῦ καὶ συριεῖ αὐτὸν ἐκ τοῦ τόπου αὐτοῦ.

Lire Job 27 en entier

Commentaires sur Job 27

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org