Job 27
LXX
Commentaires

Afficher dans le texte

Jusqu’à 5 commentaires à la fois. Chaque extrait s’ouvre en entier.

Septante (AT)

Job 27:1-10

1Ἔτι δὲ προσθεὶς Ιωβ εἶπεν τῷ προοιμίῳ

2Ζῇ κύριος, ὃς οὕτω με κέκρικεν, καὶ ὁ παντοκράτωρ ὁ πικράνας μου τὴν ψυχήν,

3ἦ μὴν ἔτι τῆς πνοῆς μου ἐνούσης, πνεῦμα δὲ θεῖον τὸ περιόν μοι ἐν ῥισίν,

4μὴ λαλήσειν τὰ χείλη μου ἄνομα, οὐδὲ ἡ ψυχή μου μελετήσει ἄδικα.

5μή μοι εἴη δικαίους ὑμᾶς ἀποφῆναι, ἕως ἂν ἀποθάνω· οὐ γὰρ ἀπαλλάξω μου τὴν ἀκακίαν.

6δικαιοσύνῃ δὲ προσέχων οὐ μὴ προῶμαι· οὐ γὰρ σύνοιδα ἐμαυτῷ ἄτοπα πράξας.

7οὐ μὴν δὲ ἀλλὰ εἴησαν οἱ ἐχθροί μου ὥσπερ ἡ καταστροφὴ τῶν ἀσεβῶν, καὶ οἱ ἐπ ἐμὲ ἐπανιστανόμενοι ὥσπερ ἡ ἀπώλεια τῶν παρα νόμων.

8καὶ τίς γάρ ἐστιν ἐλπὶς ἀσεβεῖ ὅτι ἐπέχει ; πεποιθὼς ἐπὶ κύριον ἆρα σωθήσεται ;

9ἦ τὴν δέησιν αὐτοῦ εἰσακούσεται κύριος ; ἢ ἐπελθούσης αὐτῷ ἀνάγκης

10μὴ ἔχει τινὰ παρρησίαν ἔναντι αὐτοῦ ; ἢ ὡς ἐπικαλεσαμένου αὐτοῦ εἰσακούσεται αὐτοῦ ;

Lire Job 27 en entier

Commentaires sur Job 27

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org