Job 26
LXX
Commentaires

Afficher dans le texte

Jusqu’à 5 commentaires à la fois. Chaque extrait s’ouvre en entier.

Septante (AT)

Job 26:7-14

7ἐκτείνων βορέαν ἐπ οὐδέν, κρεμάζων γῆν ἐπὶ οὐδενός·

8δεσμεύων ὕδωρ ἐν νεφέλαις αὐτοῦ, καὶ οὐκ ἐρράγη νέφος ὑποκάτω αὐτοῦ·

9ὁ κρατῶν πρόσωπον θρόνου, ἐκπετάζων ἐπ αὐτὸν νέφος αὐτοῦ.

10πρόσταγμα ἐγύρωσεν ἐπὶ πρόσωπον ὕδατος μέχρι συντελείας φωτὸς μετὰ σκότους.

11στῦλοι οὐρανοῦ ἐπετάσθησαν καὶ ἐξέστησαν ἀπὸ τῆς ἐπιτιμήσεως αὐτοῦ.

12ἰσχύι κατέπαυσεν τὴν θάλασσαν, ἐπιστήμῃ δὲ ἔτρωσε τὸ κῆτος·

13κλεῖθρα δὲ οὐρανοῦ δεδοίκασιν αὐτόν, προστάγματι δὲ ἐθανάτωσεν δράκοντα ἀποστάτην.

14ἰδοὺ ταῦτα μέρη ὁδοῦ αὐτοῦ, καὶ ἐπὶ ἰκμάδα λόγου ἀκουσόμεθα ἐν αὐτῷ· σθένος δὲ βροντῆς αὐτοῦ τίς οἶδεν ὁπότε ποιήσει ;

Lire Job 26 en entier

Commentaires sur Job 26

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org