Septante (AT)
Job 26:7-13
7ἐκτείνων βορέαν ἐπ οὐδέν, κρεμάζων γῆν ἐπὶ οὐδενός·
8δεσμεύων ὕδωρ ἐν νεφέλαις αὐτοῦ, καὶ οὐκ ἐρράγη νέφος ὑποκάτω αὐτοῦ·
9ὁ κρατῶν πρόσωπον θρόνου, ἐκπετάζων ἐπ αὐτὸν νέφος αὐτοῦ.
10πρόσταγμα ἐγύρωσεν ἐπὶ πρόσωπον ὕδατος μέχρι συντελείας φωτὸς μετὰ σκότους.
11στῦλοι οὐρανοῦ ἐπετάσθησαν καὶ ἐξέστησαν ἀπὸ τῆς ἐπιτιμήσεως αὐτοῦ.
12ἰσχύι κατέπαυσεν τὴν θάλασσαν, ἐπιστήμῃ δὲ ἔτρωσε τὸ κῆτος·
13κλεῖθρα δὲ οὐρανοῦ δεδοίκασιν αὐτόν, προστάγματι δὲ ἐθανάτωσεν δράκοντα ἀποστάτην.
Commentaires sur Job 26
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires