Job 17
LXX
Commentaires

Afficher dans le texte

Jusqu’à 5 commentaires à la fois. Chaque extrait s’ouvre en entier.

Septante (AT)

Job 17:10-16

10οὐ μὴν δὲ ἀλλὰ πάντες ἐρείδετε, καὶ δεῦτε δή· οὐ γὰρ εὑρίσκω ἐν ὑμῖν ἀληθές.

11αἱ ἡμέραι μου παρῆλθον ἐν βρόμῳ, ἐρράγη δὲ τὰ ἄρθρα τῆς καρδίας μου.

12νύκτα εἰς ἡμέραν ἔθηκαν, φῶς ἐγγὺς ἀπὸ προσώπου σκότους.

13ἐὰν γὰρ ὑπομείνω, ᾅδης μου ὁ οἶκος, ἐν δὲ γνόφῳ ἔστρωταί μου ἡ στρωμνή.

14θάνατον ἐπεκαλεσάμην πατέρα μου εἶναι, μητέρα δέ μου καὶ ἀδελφὴν σαπρίαν.

15ποῦ οὖν μου ἔτι ἐστὶν ἡ ἐλπίς ; ἦ τὰ ἀγαθά μου ὄψομαι ;

16ἦ μετ ἐμοῦ εἰς ᾅδην καταβήσονται, ἢ ὁμοθυμαδὸν ἐπὶ χώματος καταβησόμεθα ;

Lire Job 17 en entier

Commentaires sur Job 17

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org