Ésaïe 50
LXX
Commentaires

Afficher dans le texte

Jusqu’à 5 commentaires à la fois. Chaque extrait s’ouvre en entier.

Septante (AT)

Ésaïe 50:7-10

7καὶ κύριος βοηθός μου ἐγενήθη, διὰ τοῦτο οὐκ ἐνετράπην, ἀλλὰ ἔθηκα τὸ πρόσωπόν μου ὡς στερεὰν πέτραν καὶ ἔγνων ὅτι οὐ μὴ αἰσχυνθῶ.

8ὅτι ἐγγίζει ὁ δικαιώσας με· τίς ὁ κρινόμενός μοι ; ἀντιστήτω μοι ἅμα· καὶ τίς ὁ κρινόμενός μοι ; ἐγγισάτω μοι.

9ἰδοὺ κύριος βοηθεῖ μοι· τίς κακώσει με ; ἰδοὺ πάντες ὑμεῖς ὡς ἱμάτιον παλαιωθήσεσθε, καὶ ὡς σὴς καταφάγεται ὑμᾶς.

10Τίς ἐν ὑμῖν ὁ φοβούμενος τὸν κύριον ; ἀκουσάτω τῆς φωνῆς τοῦ παιδὸς αὐτοῦ· οἱ πορευόμενοι ἐν σκότει οὐκ ἔστιν αὐτοῖς φῶς, πεποίθατε ἐπὶ τῷ ὀνόματι κυρίου καὶ ἀντιστηρίσασθε ἐπὶ τῷ θεῷ.

Lire Ésaïe 50 en entier

Commentaires sur Ésaïe 50

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org