Septante (AT)
Ésaïe 37:26-29
26οὐ ταῦτα ἤκουσας πάλαι, ἃ ἐγὼ ἐποίησα ; ἐξ ἀρχαίων ἡμερῶν συνέταξα, νῦν δὲ ἐπέδειξα ἐξερημῶσαι ἔθνη ἐν ὀχυροῖς καὶ ἐνοικοῦντας ἐν πόλεσιν ὀχυραῖς·
27ἀνῆκα τὰς χεῖρας, καὶ ἐξηράνθησαν καὶ ἐγένοντο ὡς χόρτος ξηρὸς ἐπὶ δωμάτων καὶ ὡς ἄγρωστις.
28νῦν δὲ τὴν ἀνάπαυσίν σου καὶ τὴν ἔξοδόν σου καὶ τὴν εἴσοδόν σου ἐγὼ ἐπίσταμαι·
29ὁ δὲ θυμός σου, ὃν ἐθυμώθης, καὶ ἡ πικρία σου ἀνέβη πρός με, καὶ ἐμβαλῶ φιμὸν εἰς τὴν ῥῖνά σου καὶ χαλινὸν εἰς τὰ χείλη σου καὶ ἀποστρέψω σε τῇ ὁδῷ, ᾗ ἦλθες ἐν αὐτῇ.
Commentaires sur Ésaïe 37
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires